9.2.17

Αισώπου Μύθοι : Aphthonius



Aphthonius 1 = Perry 373

Μῦθος ὁ τῶν τεττίγων καὶ τῶν μυρμήκων προτρεπόμενος τοὺς νέους εἰς πόνους.
Θέρους ἦν ἀκμὴ καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον: τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέγειν καρπούς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφήσεσθαι. χειμῶνος δὲ ἐπιγεγονότος οἱ μύρμηκες μέν, οἷς ἐπόνουν, ἐτρέφοντο, τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν.
Οὕτω νεότης πονεῖν οὐκ ἐθέλουσα παρὰ τὸ γῆρας κακοπραγεῖ.

Aphthonius 2 = Perry 399

Μῦθος τοῦ χηνὸς καὶ τοῦ κύκνου τοὺς νέους εἰς λόγους παρακαλῶν.
Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἄμφω τρέφειν ἐβούλετο. ἔτρεφε δὲ οὐκ ἐφ᾿ ὁμοίοις βουλεύμασι: τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἐκέκτητο χάριν. ὡς δὲ ἔδει τὸν χῆνα ἀποθανεῖν ἐφ᾿ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον, ὁ κύκνος δὲ ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς ᾠδῇ σημαίνει τὴν φύσιν καὶ τὴν τελευτὴν διαφεύγει τῷ μέλει.
Οὕτως ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.

Aphthonius 3 = Perry 396

Μῦθος ὁ τῶν ἰκτίνων καὶ κύκνων παραινῶν μὴ μιμεῖσθαι τὰ μὴ προσήκοντα.
Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδήν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον: ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς καὶ μιμεῖσθαι πειρώμενοι, συναποβάλλουσιν ἅ εἷχον, οἷς μαθεῖν ἐπετήδευον: χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο.
Φέρει τῶν προσόντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος μίμησις.

Aphthonius 4 = Perry 397

Μῦθος ὁ τοῦ ἰξευτοῦ παραινῶν μὴ λόγοις προσέχειν, ἀλλ᾿ ἔργοις.
Ἰξευτὴς τέττιγος ἀκούσας, μέγα τι θηράσειν ἐδόκει, μετρεῖν τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. ὡς δέ, τὴν τέχνην κινήσας, εἶλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον οὐδὲν ἐκομίσατο, κατῃτιᾶτο δὲ τὴν δόξαν ὡς ψευδῆ τοῖς πολλοῖς κρίσιν ἐπάγουσαν.
Οὕτως φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασιν.

Aphthonius 5 = Perry 280

Μῦθος ὁ τῆς αἰγὸς παραινῶν μὴ κρύπτειν τὰ πρόδηλα.
Αἴγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο πρὸς τὰς λοιπάς: ὡς δέ, φωναῖς καὶ συριγμοῖς χρώμενος, οὐδὲν μᾶλλον ἤνυε, λίθον ἀφεὶς καὶ τοῦ κέρως τυχών, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. ἡ δέ: «ἀνούστατε - εἶπεν - αἰπόλων, τὸ κέρας κεκράξεται κἂν ἐγὼ σιωπήσωμαι.»
Οὕτω λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν ἐθέλοντες.

Aphthonius 6 = Perry 393

Μῦθος ὁ τοῦ Αἰθίοπος δηλῶν τὰς φύσεις μὴ μεταβάλλεσθαι.
Αἰθίοπά τις ὠνήσατο, τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος, καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ρύματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο φαιδρύνειν: καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασε.
Μένουσιν αἱ φύσεις ὡς προῆλθον τὸ πρότερον.

Aphthonius 7 = Perry 140

Μῦθος ὁ τῆς παρθένου καὶ τοῦ λέοντος ἡδονῶν ἀποτρέπων.
Λέων ἤρα παρθένου καὶ προσελθὼν τῷ πατρὶ τῆς παιδὸς ἐγγυῆσαι τὴν κόρην πρὸς γάμον ἐδεῖτο. δεδιὼς δὲ ὁ πατὴρ ἀπανήνασθαι, μετὰ τῶν ὀδόντων ἐκβαλεῖν ἐπειρᾶτο τοὺς ὄνυχας, μὴ ταῦτα - λέγων - φόβον τῇ παιδὶ κατεγάσηται: καὶ πεισθεὶς ὁ λέων ὑπ᾿ ἔρωτος, ἀμυντηρίων πρόσεισι γυμνός, προσιὼν δὲ ροπάλοις τὴν τελευτὴν ἀντηλλάσσετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὸν κίνδυνον.

Aphthonius 8 = Perry 142

Μῦθος ὁ τοῦ λέοντος παραινῶν κακίας ἀρετὴν προτιμᾶν.
Γῆρας ἐλύπει τὸν λέοντα καὶ θηρᾶν οὐκ ἠδύνατο: βουλόμενος δὲ πορίσασθαι τροφήν, νοσεῖν ὑπεκρίνετο, καὶ σχήματι νόσου πόρον τῆς τροφῆς ἀπειργάζετο: τὰ γὰρ πλεῖστα τῶν ζώων προσιόντα φιλοφρονούμενος, τροφὴν πρόχειρον ἔχων κατήσθιεν. ἑαλωκότων δὲ τῶν πολλῶν, ἀλώπηξ, συνεῖσα τῆς τέχνης, ἐν προθύροις μὲν φιλοφρονεῖται τὸν λέοντα: τὰ δὲ τῶν ἑαλωκότων ἴχνη τῆς λύμης ἔλεγχον ἔφερον.
Οὕτω σοφία πανουργίας ἐπικρατεῖ.

Aphthonius 9 = Perry 187

Μῦθος ὁ τοῦ ὄνου παραινῶν μὴ κακοὺς εὖ ποιεῖν.
Ὄνος εζήτει τὸν ἰασόμενον: ἐμπαρέντος αὐτοῦ τῷ ποδὶ σκόλοπος, κατοκνούντων δὲ τῶν πολλῶν, μόνος ὁ λύκος ὑπισχνεῖτο τὴν ἴασιν, καὶ τοῖς ὀδοῦσιν ἐξαιρεῖται τοῦ πάθους: ὁ δὲ τῷ σωθέντι ποδὶ τὸν ἰασάμενον ἔπληττεν.
Οὕτως οἱ πονηροὶ χάριτος ἀμοιβὰς ἀντεισφέρονται βλάβας.

Aphthonius 10 = Perry 358

Μῦθος ὁ τοῦ ὄνου παραινῶν μὴ πλειόνων ἐρᾶν.
Ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων, ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. καὶ πνεύσας βιαιότερος ἄνεμος, γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ροπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιε.
Νόμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος.

Aphthonius 11 = Perry 322

Μῦθος ὁ τοῦ καρκίνου παραινῶν μὴ συμβουλεύειν ἀδύνατα.
Ἡ μήτηρ πρὸς τὸν καρκίνον: «τί δὲ λοξήν, ὦ παῖ, βαδίζεις ὁδόν, ὀρθὴν εἶναι προσῆκον;» ὁ δὲ πρὸς αὐτήν: «ἡγοῦ τῶν ὁδῶν, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαδίζειν πειράσομαι.» τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς, κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγίνετο.
Ρᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.

Aphthonius 12 = Perry 281

Μῦθος ὁ τῶν ἀλεκτρυόνων μετριάζειν παραινῶν ἐν τοῖς εὐτυχήμασιν.
Ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις, ὡς νόμος εἶχεν, ἐμάχοντο, καὶ ὁ μὲν νικηθείς, κλίνῃ ὑποδύς, ἀπεκρύπτετο: ὁ δὲ νενικηκὼς ἐπί στέγης ἀρθείς, ἀνέκραγε μέγιστον τὴν νίκην καὶ κατάδηλον ἐξ ὀργῆς ἐργαζόμενος διετέλει. καὶ δῆτα καταπτὰς ἀετὸς τοῦτον ἁρπάζει λαβών.
Νίκης ἀσφάλεια μετριότης φρονήματος.

Aphthonius 13 = Perry 549

Μῦθος ὁ τοῦ ἵππου παραινῶν σκοπεῖν τὰ ἀνθρώπινα.
Ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶν᾿ ἀντὶ μάχης ἐλάμβανεν. ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο, τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο: «ἐμοί - λέγων - ὦ μυλωρέ, στρατεύεσθαι μὲν ὑπῆρχε τὸ πρότερον, κόσμος δὲ παντὶ περιέκειτο σώματι, καὶ θεραπεύων παρηκολούθει τις ἄνθρωπος: νῦν δὲ οὐκ οἶδ᾿ ὅ τι παθών, ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης.» καὶ ὁ μυλωρὸς πρὸς αὐτόν: «ἐπίσχες - ἔφη - τὰ πάλαι θρυλῶν.»
Ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφ᾿ ἑκάτερα φέρειν οἶδε μεταβολήν.

Aphthonius 14 = Perry 194

Μῦθος ὁ τοῦ πελαργοῦ παραινῶν μὴ συνεῖναι κακοῖς.
Γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταβαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα. πελαργὸς δέ τις τοῖς γεράνοις συνῆν, τῆς μὲν διατριβῆς κοινωνῶν, τῆς δὲ βλάβης οὐ μετασχών. ἀπειπὼν δὲ πυρῶν τὴν βλάβην ὁ γεωργός, βρόχους στησάμενος, μετὰ τῶν γεράνων εἶλε τὸν πελαργόν, καὶ δίκην ὑπείχεν ὧν οὐδὲν προηδίκησεν.
Ὁ συνὼν πονηροῖς τὴν αὐτὴν αὐτοῖς ὑποστήσεται δίκην.

Aphthonius 15 = Perry 117

Μῦθος ὁ τῆς καμήλου τὴν ἐπιθυμίαν κακίζων τοῦ πλείονος.
Εἶδεν εἰς ταῦρον ἡ κάμηλος καὶ κεράτων ἐπεθύμει μεταλαβεῖν. προσελθοῦσα οὖν τῷ Διί, κέρως ᾔτει τυχεῖν: ὁ δὲ τῆς ἀπληστίας μισήσας, Ἑρμῇ κελεύει προσαφελέσθαι τῶν ὤτων, ὅθεν καμήλῳ ταῦτα τοῦ λοιποῦ καταδεέστερα σώματος.
Ὁ πλειόνων ἐρῶν καὶ τῶν προσόντων ἀποστερεῖται.

Aphthonius 16 = Perry 372

Μῦθος ὁ τῶν ταύρων παραινῶν εἰς ὁμόνοιαν.
Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο, λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἠδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι καὶ συγκρούσας ἀλλήλους, ἐν μέρει διαστήσας ἀπέκρινε καὶ καθ᾿ ἕκαστον προχειρότερον ἔφθειρεν, οὓς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι.
Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.

Aphthonius 17 = Perry 351

Μῦθος ὁ τῆς ἐλάφου νουθετεῖν παραινῶν τὸν καὶ πράττειν δυνάμενον.
Ἔλαφον ἡ μήτηρ ἐνουθέτει «τί ταῦτα:» λέγουσα «κέρας μέν, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος καὶ οὐκ οἶδ᾿ ὅ τι παθών, ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας.» ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόρρωθεν: ἡ δὲ μένειν τῷ παιδὶ παραινέσασα, αυτὴ τῆς φυγῆς προκατήρξατο.
Παραινεῖν ἕτοιμον ἃ ποιεῖν ἀπορώτερον.

Aphthonius 18 = Perry 74

Μῦθος ὁ τοῦ ἐλάφου παραινῶν τὴν πεῖραν ἀναμένειν εἰς κρίσιν.
Ἔλαφον τὸ θέρος ἐπὶ ναμάτων ἐκόμιζε χρείαν: ἀφικόμενος δὲ παραστάς, ἑαυτὸν ἐθεᾶτο τοῖς νάμασι, καὶ τὸ μὲν κέρας τῆς πλοκῆς ἀπεθαύμαζε, κατῃτιᾶτο δὲ τῶν ποδῶν τὴν ἀσθένειαν. καὶ τὴν φύσιν κατ᾿ ἄμφω τιμῶντός τε καὶ κακίζοντος, οἱ θηρῶντες προσῄεσαν: ὁ δὲ τοῖς μὲν κατηγορουμένοις διαφεύγει ποσί, τοῖς δὲ ἐπαινουμένοις ἁλίσκεται κέρασιν.

Aphthonius 19 = Perry 2

Μῦθος ὁ τοῦ κολοιοῦ παραινῶν μὴ μειζόνων ἐρᾶν.
Ἀετὸς αρνίον ἁρπάσας ἐντεῦθεν ἐτρέφετο: κολοιὸς δέ τις ἑωρακὼς ἐνεχείρει τοῖς ἴσοις καὶ καταπτὰς ἐπὶ ποίμνην, τῶν κριῶν λαβεῖν ἐπειρᾶτο τὸν μέγιστον καὶ περιπαρεὶς τοῖς ἐρίοις τοὺς ὄνυχας, ἑάλω μᾶλλον ἢ θηρᾶσαι δεδύνηται.
Τὸ μεῖζον ἀεὶ τοῖς καταδεεστέροις καθέστηκε σφαλερόν.

Aphthonius 20 = Perry 394

Μῦθος ὁ τῆς ἀλώπεκος παραινῶν μὴ βλέπειν τὰ μείζονα.
Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν: ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλειόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο, καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα.
Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον ἢ κρατεῖν σφαλερῶς.

Aphthonius 21 = Perry 153

Μῦθος ὁ τῶν προβάτων παραινῶν ἀπατῶσι μὴ πείθεσθαι.
Οἱ λύκοι πρὸς τὰ πρόβατα: «τί δὲ ἡμῖν ἄσπονδος ἀεὶ καὶ ἀκήρυκτος πόλεμος; αἴτιοι δὲ οἱ κάκιστα ἀπολούμενοι κύνες, οἳ προσιόντας μὲν ἡμᾶς ὑλακτοῦσιν, οὐδὲν δὲ ἠδικηκότας συγκρούουσιν: ἀλλ᾿ εἰ τούτους ἐκποδὼν καταστήσετε, σπονδαὶ ἐθένδε καὶ διαλλαγαὶ καταστήσονται.» εἶπον εἰς ἀπάτην, τὰ δὲ ρᾳδίως ὑπήγετο: καὶ οἱ μὲν κύνες ἐλήλαντο, αὐτὰ δὲ ἔρημα φυλακῆς διεφθείρετο.
Ἐχθροῖς πειθαρχῶν ὑποστεήσῃ τὸν κίνδυνον.

Aphthonius 22 = Perry 413

Μῦθος ὁ τῆς ἐλαίας καὶ τῆς συκῆς σωφρονεῖν παραινῶν τῇ νεότητι.
Ἐλαία κατεγέλα συκῆς, ὡς αὐτὴ μὲν ἀνθοῦσα πρὸς ἅπασαν ὥραν, συκῆς δὲ τὸ ἄνθος συμμεταβαλλούσης ταῖς ὥραις. αἷς καὶ καταρρυείσα χιών, τὴν μὲν ἐλαίαν κομῶσαν εὑροῦσα, τοῖς θαλλοῖς ἐνιζάνουσα, σὺν τῷ κάλλει καθάπαξ ταύτην διέφθειρε: τὴν δὲ φύλλων εὑροῦσα γυμνήν, οὐδὲν ἠδίκει πρὸς γῆν ὑ πορρέουσα.
Κάλλος μὴ σωφρονοῦν τοῖς κεκτημένοις καθέστηκεν ὄνειδος.

Aphthonius 23 = Perry 138

Μῦθος ὁ τῶν λαγωῶν τοὺς ἀτυχοῦντας ψυχαγωγῶν.
Θάνατον ἑαυτῶν κατεψηφίζοντο λαγωοὶ καὶ τελευτᾶν μὲν ἐδόκει, τὸ δὲ ὅποι, ζητεῖν ὑπελείπετο. λίμνην δὲ τῷ θανάτῳ προσήκοντα χῶρον ὁρίσαντες, ἔθεον ἅπαντες ὡς παρὰ ταύτην ἀποθανούμενοι. προσιόντων δέ, τὸν κτύπον οὐκ ἤνεγκαν οἱ παρὰ τὰς ὄχθας διατρίβοντες βάτραχοι, τοὺς δὲ τῆς λίμνης μυχοὺς κατελάμβανον: καὶ δὴ πρεσβύτης ἑωρακὼς λαγωός: «λελύσθω - ἔφη - τοῦ θανάτου ἡ ψῆφος: πεφήνασι γὰρ ἡμῶν ἀνανδρότεροι.»
Ψυχαγωγοῦσι τοὺς ἀτυχήσαντας οἱ μᾶλλον κακοπραγήσαντες.

Aphthonius 24 = Perry 289

Μῦθος ὁ τοῦ βατράχου παραινῶν κρίνειν πρὸ τοῦ κέρδους τὸν ὑπισχνούμενον.
Βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης, πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι δὲ μόνος εἰς ὑγείαν ἀρκέσειν: καὶ παραστῶσα τοῖς λόγοις ἀλώπηξ, τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχε: «τί δῆτα - λέγουσα - νόσου μὲν τοὺς ἄλλους ἐλευθεροῖς, νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;»
Ἀλαζονεία τὸν ἔλεγχον οἴκοθεν εὕρατο.

Aphthonius 25 = Perry 156

Μῦθος ὁ τοῦ λύκου παραινῶν μὴ φαύλους εὐεργετεῖν.
Λύκῳ περιπείρεται ὀστέον τῷ φάρυγγι καὶ ἐζήτει τὸν ἰασόμενον. ἑκάστου δὲ τὴν πρὸς αὐτὸν ἴασιν φεύγοντος, μόνη τῶν ἄλλων ἐπὶ μισθῷ ὑπέσχετο ποιήσειν ἡ γέρανος καὶ θεῖσα τὴν κεφαλήν, ἐξαιρεῖται τοῦ πάθους τὸν λύκον: καὶ προσαιτουμένῃ μισθὸν τῆς ἰάσεως, ἁρκοῦντα μισθὸν ὁ λύκος ἔλεγεν ἔειν τὴν κεφαλὴν ἀπὸ λύκου στόματος ἀκέραιον.
Πονηροὶ σωθέντες ἀδικοῦσι τοὺς σώσαντας.

Aphthonius 26 = Perry 352

Μῦθος ὁ τῶν μυῶν παραινῶν στέργειν τὰ μέτρια.
Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυί, καὶ τὴν φιλίαν πιστούμενος, πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμβανε καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρόν. ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικός, εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον: ὡς δὲ τῶν ὄντων ὥρμα προσάπετεσθαι, προσιών τις ἀνέκοπτε, καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν, καὶ τελευταῖον ὁ ἀρουραῖος: «ἄπειμι - ἔφη - τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς.»
Οὕτως οἱ μέτρια κτώμενοι καὶ τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.

Aphthonius 27 = Perry 400

Μῦθος ὁ τῶν μελισσῶν καὶ τοῦ ποιμένος παραινῶν πονηροῖς μὴ τίθεσθαι κέρδεσιν.
Ἐν κοίλῃ δρυὶ μέλι κατειργάζοντο μέλισσαι, ποιμὴν δὲ τις αὐταῖς ἐργαζομέναις περιτυχών, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος. αἱ δὲ ἄλλοτε ἄλλως περιιπτάμεναι, αὐτὸν ὤθουν τοῖς κέντροις: καὶ τελευτὴν ὁ ποιμήν: «ἄπειμι - ἔφη - μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν.»
Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.

Aphthonius 28 = Perry 395

Μῦθος ὁ τοῦ ἀετοῦ καὶ τοῦ δράκοντος παραινῶν ἄρχεσθαι χάριτος.
Δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο, καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. γεωργὸς δὲ ἰδών, λύσας τὴν πλοκὴν τοῦ δράκοντος, αὐτόνομον ἀφῆκε τὸν ἀετόν. χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ δράκων, ἰὸν ἐπαφῆκε τῷ τοῦ σώσαντος πόματι: πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ὁ ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα.
Τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.

Aphthonius 29 = Perry 124

Μῦθος ὁ τοῦ κόρακος καὶ τῆς ἀλώπεκος παραινῶν ἀπατῶσι μὴ πείθεσθαι.
Τῷ κόρακι θήραμα τυρὸς ἦν καὶ ἐν μετεώρῳ φέρων ἐκάθητο. ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα: «τί ταῦτα ; - λέγουσα - μετριότητι μέν, ὦ κόραξ, διενήνοχας σώματος. χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνέων ἡγεμονίᾳ προσήκουσαν: εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν.» ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. ὁ δὲ ὑπαχθείς, τὸν τυρὸν ἐκβαλών, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν, τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. ἡ δὲ λαβοῦσα: «φωνὴ μέν, ὦ κόραξ, - εἶπε - προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.»
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.

Aphthonius 30 = Perry 85

Μῦθος ὁ τῆς συὸς ἑκάστῳ διδοὺς τὰ οἰκεῖα μαθεῖν.
Ἐξ ἀγροῦ τις ἤγρευσε σῦν, αἶγα καὶ πρόβατον: ὄνος δὲ πάντα ἦγεν εἰς ἄστυ: καὶ τὰ μὲν ἄλλα καθῆστο σιγῇ, μόνη δὲ ἡ ὗς μεγέθει βοῆς παρηνώχλει τὸν ἄγοντα. καὶ ὃς πρὸς αὐτήν: «τί δῆτα - ἔφη - κομιδὴν ἥσυχον ἅμα τοῖς ἄλλοις οὐκ ἄγει;» «ὅτι γάλακτος μὲν ἕνεκεν αἴξ, ἐρίων δὲ χάριν ἄγεται πρόβατον, ἐγὼ δὲ σφαγῆς» προσεῖπεν ἡ ὗς.
Οἶδε τὴν πρόφασιν ἕκαστος τὴν ἰδίαν.

Aphthonius 31 = Perry 101

Μῦθος ὁ τοῦ κολοιοῦ παραινῶν τὴν πλεονεξίαν μισεῖν.
Κάλλους ἦν ἀγὼν καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων: Ἑρμοῦ δὲ τὴν κυρίαν ὁρίζοντος, ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. κολοιὸς δὲ οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. γλαῦξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιός, γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν.
Νόμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσιν.

Aphthonius 32 = Perry 276

Μῦθος ὁ τοῦ τοξότου λέγων πλείονα τὴν ἐπιβουλὴν τῶν οἰκείων ἀνδρῶν.
Τοξότης ἀετοῦ κατεστοχάζετο καὶ βέλος ἀφείς, εἶλε τὸν ἀετόν: ἐπιστραφεὶς δὲ ὁ ἀετὸς καὶ τὸ βέλος ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη: «τὰ παρ᾿ αὑτοῦ τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή.

Aphthonius 33 = Perry 11

Μῦθος ὁ τοῦ ἁλιέως καὶ τοῦ αὐλητοῦ παραινῶν ταῖς τέχναις προσφόρως χρήσασθαι.
Ἀνὴρ ἁλιεὺς ὁμοῦ καὶ αὐλεῖν ἐπιστάμενος, τοὺς αὐλοὺς λαβὼν καὶ τὰ δίκτυα παρὰ τὴν θάλασσαν, οὐδὲν εἶχε λαβεῖν: ὡς δὲ τοῖς αὐλοῖς ἠπόρει θηρᾶν, τούτους ἀφεὶς ἐπὶ τὸ δίκτυον ᾔει καὶ χρώμενος εἶλεν οὓς αὐλῶν οὐκ ἐθήρασε.
Πέρας αἱ τέχναι τοῖς προσήκουσι πράγμασι νέμουσιν.

Aphthonius 34 = Perry 284

Μῦθος λέοντος καὶ ἀνθρώπου παραινῶν δικαιοσύνην ἀγαπᾶν καὶ μὴ μεγαλαυχεῖν.
Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρείττον ἀπέφαινε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος: καὶ πρὸς ἐκεῖνον ὁ λέων: «εἰ δὲ καὶ παρ᾿ ἡμῖν ἦσαν γλύφοντες, πλείους ἂν εἴδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρὰ ἀνθρώπων λέοντας.»
Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.

Aphthonius 35 = Perry 133

Μῦθος τοῦ κυνὸς παραινῶν ἀπληστίαν φεύγειν.
Κρέας ἁρπάσας τις κύων, παρ᾿ αὐτὴν διῄει τὴν ὄχθην τινὸς ποταμοῦ καὶ θεωρῶν τὴν σκιὰν διπλασίαν τοῖς νάμασιν, ὃ μὲν εἶχεν, ἀφῆκεν: πειρώμενος δὲ λαβεῖν τὸ μεῖζον, συνδιαμαρτάνει μετὰ τοῦ μετρίου τοῦ πλείονος.
Τὸ ἐν χειρσὶ μικρὸν τοῦ ἐλπιζομένου μείζονος κρεῖσσον.

Aphthonius 36 = Perry 70

Μῦθος ὁ τῆς δρυὸς καὶ τοῦ καλάμου παραινῶν μὴ ἰσχύι θαρρεῖν.
Εἰς ἔριν δρυὶ καθίστατο κάλαμος: ἡ μὲν γὰρ ἑαυτὴν τῆς ἰσχύος ἐθαύμαζε καὶ πρὸς τὴν τῶν ἀνέμων ἀντέχειν ἠλαζονεύετο μάχην, τῆς δὲ ἀσθενείας κατῃτιᾶτο τὸν κάλαμον. εἴκειν ἅπασι πεφυκότα τοῖς πνεύμασι. ταύτῃ τοι καὶ πνεύσαντος ἀνέμου σφοδρότερον, ἡ μὲν πρόρριζος ἀνθεστῶσα κατέπεσεν, ὁ δὲ ἀκέραιος κατακλινόμενος ἔμεινεν.
Ὁ καιροῖς ὑπείκων οὐκ ἐκπεσεῖται τοῦ σώζεσθαι.

Aphthonius 37 = Perry 374

Μῦθος τῆς ἀμπέλου.
Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν καὶ τὸ βλάστημα: τράγος δέ τις ὕβρει χρώμενος πλείονι τῆς ἀμπέλου παρέτρωγε καὶ διελυμαίνετο προσιὼν τοῖς βλαστήμασιν: ἡ δὲ πρὸς αὐτὸν εἶπε: «μένει σε τῆς ὕβρεως δίκη: σὺ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ἱερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρ᾿ ἐμαυτῆς ἀντισπείσω τὸν οἶνον.»
Ἃ δρᾷ τις καὶ πείσεται.

Aphthonius 38 = Perry 283

Μῦθος ὁ τοῦ γεωργοῦ καὶ τῆς ἀλώπεκος.
Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει καὶ θηράσας ἀλώπεκα, προσάψας δαλόν, πρὸς τὸ τοῦ γεὶτονος ἀφίησι λήϊον: ἡ δέ, καθ᾿ ἣν ἀφεῖτο, μὴ παριοῦσα βουλομένου τοῦ δαίμονος, τὸ τοῦ πέμψαντος ἐνέπρησε λήϊον.
Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.

Aphthonius 39 = Perry 158

Μῦθος ὁ τῆς τροφοῦ τοὺ λύκου τε παραινῶν μὴ ἐλπίδι μένειν πρὸ ἐκβάσεως.
Τηθὴν ἐλύπει δαρκύον παιδίον, ὡς δὲ ἐνοχλούμενον οὐκ ἐπαύετο, ἠπείλει λύκῳ παραβαλεῖν εἰ μὴ παύσαιτο: λύκος δέ τις παρατυχών, ἔμενε τὸν λόγον ἐκβῆναι πρὸς ἔργον. καὶ τὸ μὲν παιδίον ἐδεδώκει πρός ὕπνον, κενὸς δὲ ὁ λύκος ἀπεχώρει θήρας τής τε παρούσης καὶ τῆς ἀλλαχόθεν ἐλπιζομένης γενήσεσθαι.
Ἄπορον ἐλπὶς μὴ προσλαβοῦσα τὴν ἔκβασιν.

Aphthonius 40 = Perry 398

Μῦθος ὁ τοῦ κόρακος παραινῶν τῇ φύσει πειθαρχεῖν.
Ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώματος: οἰηθεὶς δὲ εἶναι τοιοῦτον οἷς ἀπελούετο, τοὺς βωμοὺς ἐκλιπὼν ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς ἐνδιέτριβεν, καὶ τὸ μὲν σῶμα φαιδρύνων οὐκ ἤμειβεν, τροφῆς δὲ ἀπορῶν διεφθείρετο.
Φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

loading...

Popular Posts Of The Week

Top best cpc cpm ppc ad network for publisher

Αναγνώστες

Translate

loading...
...
loading...
---------------------------------------------------------------------------