9.2.17

Αισώπου Μύθοι : Babrius

Αρχαία Ελληνική Βιβλιογραφία Πρόσωπα | Αίσωπος | Έργα του Αισώπου

Babrius

Ben Perry, Babrius and Phaedrus (Loeb). This edition contains the Greek texts of Babrius, with a facing English translation, and an extensive index covering the Greek and Latin fable tradition. This book is an absolute must for anyone interested in the Aesopic fable tradition. Invaluable.


Babrius 1 = Perry 340

Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, 
τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζώων 
φυγή τε πάντων καὶ φόγου δρόμος πλήρης 
λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας 
αὑτῷ μάχεσθαι. «μεῖνον» εἶπε «μῆ σπεύσῃς» 
ἅνθρωπος αὐτῷ, «μήδ᾿ ἐπελπίσης νίκη· 
τῷ δ᾿ ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ 
τί σοι ποιητόν ἐστιν.» εἶτα τοξεύει 
μικρὸν διαστάς. χὠ μὲν οἶστος ἐκρύφθη 
λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας 
ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας. 
τούτου δ᾿ ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει. 
ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, 
«οὔ με πλανήσεις» φησίν, «οὐδ᾿ ἐνεδρεύσεις· 
ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, 
πῶς αὐτὸς ἤδη φονερός ἐστι γινώσκω.»

Babrius 2 = Perry 295

Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων 
καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει, 
μή τις παρόντων τήνδ᾿ ἔκλεψεν ἀγροίκων. 
ἠρνεῖθ᾿ ἕκατος. οὐκ ἔχων δ᾿ ὣ ποιήσει, 
εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· 
τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις 
ἀγροὺς κατοικεῖν, τοὺς δ᾿ ἐσωτέρω τείχους 
εἶναί τ᾿ ἀληθεῖς καὶ τὰ πάντ᾿ ἐποπτείειν. 
ὡς δ᾿ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης 
τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, 
κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν 
μήνυτρα σύλων ὧς ὁ θεὸς ἐσυλήθη. 
ὁ δὲ τοῦτ᾿ ἀκούσας εἶπεν «ὡς μάτην ἥκω· 
κλέπτας γὰρ ἄλλους πῶς ὁ θεὸς ἂν εἰδείη, 
ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γινώσκει, 
ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;»

Babrius 3 = Perry 280

Αἶγάς ποτ᾿ αἰγοβοσκὸς ἀνεκάλει χρῄζων 
ἐπὶ σηκὸν ἄξειν· χαἰ μὲν ἦλθον, αἳ δ᾿ οὔπω 
μιῆς δ᾿ ἀπειθοῦς ἐν φάραγγι τρωγούσης 
κόμην γλυκεῖαν ἀγίλου τε καὶ σχίνου, 
τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. 
τὴν δ᾿ ἱκέτευε· «μή, χίμαιρα συνδούλη, 
πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, 
τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· 
ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας.» 
ἡ δ᾿ εἶπε «καὶ πῶς ἔργον ἐμφανὲς κρύψω; 
τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω.»

Babrius 4 = Perry 282

Ἁλιεὺς σαγήνην ἣν νεωστὶ βεβλήκει 
ἀνείλετ᾿· ὄψου δ᾿ ἔτυχε ποικίλου πλήρης. 
τῶν δ᾿ ἰχθύων ὀ λεπτὸς εἰς βυθὸν φεύγων 
ὑπεξέδυνε δικτύου πολυτρήτου, 
ὁ μέγας δ᾿ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη. 
Σωτήριόν πώς ἐστι καὶ κακῶν ἔξω 
τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ 
σπανίως ἴδοις ἂν ἐκφυγόντα κινδύνους.

Babrius 5 = Perry 281

Ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων, 
οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις. 
τούτων δ᾿ ὁ λειφθείς, τραυμάτων γὰρ ἦν πλήρης, 
ἔκυπτ᾿ ἐς οἴκου γωνίην ὑπ᾿ αἰσχύνης· 
ὁ δ᾿ ἄλλος εὐθὺς εἰς τὸ δῶμα πηδήσας 
επικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει. 
καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας 
ἀπῆλθ᾿· ὁ δ᾿ ἀδεῶς ἀμφέβαινε θηλείαις, 
ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης. 
[Ἄνθρωπε, καὶ σὺ μή ποτ᾿ ἴσθι καυχήμων, 
ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης· 
πολλοὺς ἔσωσε καὶ τὸ μὴ καλῶς πράσσει.

Babrius 6 = Perry 18

Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων 
καλάμῳ τε λεπτῷ τὸν γλυκὺν βίον σώζων 
μικρόν ποτ᾿ ἰχθὺν ὁρμιῆς ἀφ᾿ ἱππείης 
ἤγρευσεν, ἐκ τῶν εἰς τάγηνον ὡραίων. 
ὁ δ᾿ αὐτὸν ἱκέτευε προσδοκῶν πείσειν· 
«τί σοι τὸ κέρδος; ἢ πόσου με πωλήσεις; 
οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρώην 
πρὸς τῇδε πέτρῃ φυκὶς ἔπτυσεν μήτηρ. 
νῦν οὖν ἄφες με, μὴ μάτην μ᾿ ἀποκτείνῃς. 
ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων 
μέγας γένωμαι, πλουσίοις πρέπων δεὶπνοις, 
τότ᾿ ἐνθάδ᾿ ἐλθὼν ὕστερόν με συλλήψῃ.» 
τοιαῦτα μύζων ἱκέτευεν ἀσπαίρων, 
ἀλλ᾿ οὐκ ἔμελλε τὸν γέροντα θωπεὺσειν· 
ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ 
«ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας 
μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.

Babrius 7 = Perry 181

Ἄνθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει 
κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον 
ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων 
ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει. 
«ἤν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, 
τάχ᾿ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνῄσκω.» 
ὁ δ᾿ «οὐ προάξεις;» εἶπε, «μή μ᾿ ἐνοχλήσῃς.» 
εἷρπεν σιωπῶν, τῷ κόπῳ δ᾿ ἀπαυδήσας 
πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει. 
τὸν ἵππον οὖν παρ᾿ αὐτὸν εὐθέως στήσας 
ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων 
επ᾿ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους, 
καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. 
ὁ δ᾿ ἵππος «οἴμοι τῆς κακῆς» ἔφη «γνώμης· 
οὗ γὰρ μετασχεῖν μεκρὸν οὐκ ἐβουλήθην, 
τοῦτ᾿ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρείη.»

Babrius 8 = Perry 287

Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα 
πότερ᾿ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν 
αἱροῖτο. χὠ κάμηλος οὐκ ἄτερ μούσης 
εἶφ᾿ «ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;»

Babrius 9 = Perry 11

Ἁλιεύς τις αὐλοὺς εἶχε καὶ σοφῶς ηὔλει· 
καὶ δή ποτ᾿ ὄψον ἐλπισας ἀμοχθήτως 
πολὺ πρὸς αὐλῶν ἡδυφωνίην ἥξειν, 
τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως. 
ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, 
βαλὼν σαγήνην εἷλκεν ἰχθύων πλήρη. 
ἐπὶ γῆς δ᾿ ἰδων σπαίροντας ἄλλον ἀλλοίως, 
τοιαῦτ᾿ ἐκερτόμησε τὸν βόλον πλύνων· 
«ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμας 
πάλαι χορεύειν, ἡνίκ᾿ εἰς χοροὺς ηὔλουν.» 
[Οὐκ ἔστιν ἀπόνως οὐδ᾿ ἀλύοντα κερδαίνειν. 
ὅταν καμὼν δὲ τοῦθ᾿ ἕλῃς ὅπερ βούλει, 
τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν.]

Babrius 10 = Perry 301

Αἰσχρῆς τις ἤρα καὶ κακοτρόπου δούλης 
ἰδίης ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ 
ἅπανθ᾿ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, 
σύρουσα λεπτὴν πορφύρην ἐπὶ κνήμης, 
πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. 
τὴν δ᾿ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων 
λύχνοις ἐτίμα, καὶ καθ᾿ ἡμέρην πᾶσαν 
ἔθυεν ηὔχεθ᾿ ἱκέτευεν ἠρώτα, 
ἕως ποτ᾿ αὐτῶν ἡ θεὸς καθευδόντων 
ἦλθεν καθ᾿ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ 
«μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ· 
τούτῳ κεχόλωμαί» φησιν «ᾧ καλὴ φαίνῃ.» 
[Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων 
θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.]

Babrius 11 = Perry 283

Ἀλώπεκ᾿ ἐχθρὴν ἀμπέλων τε καὶ κήπων 
ξένῃ θελήσας περιβαλεῖν τις αἰκείῃ, 
τὴν κέρκον ἅψας καὶ λίνου τι προσδήσας 
ἀφῆκε φεύγειν. τὴν δ᾿ ἐπίσκοπος δαίμων 
εἰς τὰς ἀρούρας τοῦ βλαβόντος ὡδήγει 
τὸ πῦρ φέρουσαν. ἦν δὲ ληίων ὥρη, 
ποίη δὲ καλλίκαρπος ἐλπίδων πλήρης. 
ὁ δ᾿ ἠκολούθει τὸν πολὺν πόνον κλαίων, 
οὐδ᾿ εἶδεν αὐτοῦ τὴν ἅλωα Δημήτηρ. 
Χρὴ πρᾶον εἶναι μηδ᾿ ἄμετρα θυμοῦσθαι. 
ἔστιν τις ὀργῆς νέμεσις, ἣν φυλαττοίμην, 
αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.

Babrius 12 = Perry 277

Ἀγροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη, 
εὗρεν δ᾿ ἐρήμοις ἐγκαθημένην ὕλαις 
ἀηδόν᾿ ὀξύφωνον· ἡ δ᾿ ἀπεθρήνει 
τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης. 
ἐκ τοῦ μέλους δ᾿ ἔγνωσαν αἱ δύ᾿ ἀλλήλας, 
καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν. 
χἠ μὲν χελιδὼν εἶπε «φιλτάτη, ζώεις; 
πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. 
ἀεί τις ἡμᾶς πικρὸς ἔσχεσεν δαίμων. 
[καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων.] 
ἀλλ᾿ ἔλθ᾿ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων· 
σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις, 
ὅπου γεωργοῖς, οὐχὶ θηρίοις ᾄσεις. 
[ὕπαιθρον ὕλην λεῖπε, καὶ παρ᾿ ἀνθρώποις 
ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.] 
τί σε δροσίζει νῶτον ἔννυχος στίβη, 
καὶ καῦμα θάλπει, πάντα καὶ κατακναίει; 
ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μὴ σίνου.» 
τὴν δ᾿ αὖτ᾿ ἀηδὼν ὀξύφωνος ἠμείφθη· 
«ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, 
καὶ μή μ᾿ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. 
μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω· 
οἶκος δὲ μοι πᾶς κἀπίμιξις ἀνθρώπων 
λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.» 
[Παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης 
λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους· 
λύπη δ᾿ ὅταν τις οἷς ποτ᾿ εὐθενῶν ὤφθη, 
τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ.]

Babrius 13 = Perry 194

Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας 
γεράνους σποραίων πολεμίας συνειλήφει. 
τοῦτον πελαργὸς ἱκέτευε χωλεύων 
-- ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει--· 
«οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. 
πελαργός εἰμι χἠ χρόη με σημαίνει, 
πτηνῶν πελαργὸς εὐσεβέστατον ζώων· 
τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.» 
κἀκεῖνος «ὦ πελαργέ, τίνι βίῳ χαίρεις 
οὐκ οἶδα,» φησίν, «ἀλλὰ τοῦτο γινώσκω, 
ἔλαβόν σε σὺν ταῖς ἔργα τἀμὰ πορθούσαις. 
ἀπολῇ μετ᾿ αὐτῶν τοιγαροῦν μεθ᾿ ὧν ἥλως.» 
[Κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ, 
κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς.]

Babrius 14 = Perry 288

Ἄρκτος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει· 
νεκρὸν γὰρ αὐτοῦ σῶμ᾿ ἔφασκε μὴ σύρειν. 
πρὸς ἣν ἀλώπηξ εἶπε «μᾶλλον ᾑρούμην 
εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου.» 
Ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.

Babrius 15 = Perry 278

Ἀνὴρ ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ 
κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει. 
ῥέων δ᾿ ὁ μῦθος ἦλθε μέχρις ἡρώων, 
μακρὴ μὲν ἄλλως ῥῆσις οὐδ᾿ ἀναγκαίη· 
τέλος δ᾿ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης 
μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· 
ὁ δ᾿ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων 
Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης 
ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. 
λέγων δ᾿ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ. 
ὁ δ᾿ ἄλλος ὡς βοιωτὸς οὐκ ἔχων ἴσην 
λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ· 
«πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη 
Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δ᾿ Ἀθηναίοις.»

Babrius 16 = Perry 158

Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη 
κλαίοντι «σῖγα. μή σε τῷ λύκῳ ῥίψω.» 
λύκος δ᾿ ἀκούσας τήν τε γραῦν ἀληθεύειν 
νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων, 
ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, 
αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως 
ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. 
λύκαινα δ᾿ αὐτὸν ἡ σύνοικος ἠρώτα 
«πῶς οὐδὲν ἦλθες ἄρας, ὡς πρὶν εἰώθεις;» 
ὁ δ᾿ εἶπε «πῶς γάρ, ὅς γυναικὶ πιστεύω;»

Babrius 17 = Perry 79

Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων 
ὡς θύλακός τις πασσάλων ἀπηρτήθη. 
τὸν δ᾿ εἶδ᾿ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν, 
καὶ ταῦτ᾿ ἐκερτόμησεν ὀξὺ φωνήσας· 
«πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη· 
οὐδεὶς δ᾿ ὀδόντας εἶχε ζῶντος αἰλούρου.»

Babrius 18 = Perry 46

Βορέῃ λέγουσιν Ἡλίῳ τε τοιαύτην 
ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου 
ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. 
Βορέης δ᾿ ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης, 
βίῃ νομίζων τὸν φοροῦντα συλήσειν· 
ὁ δ᾿ οὐ μεθῆκε μᾶλλον, ἀλλὰ ῥιγώσας 
καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας 
καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. 
ὁ δ᾿ Ἥλιος τὸ πρῶτον ἡδὺς εκκύψας 
ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, 
ἔπειτα δ᾿ αὖ προσῆγε τὴν ἀλῆν πλείω· 
καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, 
αὐτὸς δὲ ῥίψας τὴν στολὴν ἐγυμνώθη. 
Βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη· 
λέγει δ᾿ ὁ μῦθος «πρᾳότητα, παῖ, ζήλου. 
ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων.»

Babrius 19 = Perry 15

Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ 
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις 
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη 
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης· 
ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη. 
κάμνουσα δ᾿ ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν, 
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην· 
«ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.»

Babrius 20 = Perry 291

Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης. 
τῆς δ᾿ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, 
δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει, 
τῷ δ᾿ Ἡρακλεῖ προσηύχεθ᾿, ὃν μόνον πάντων 
θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα. 
ὁ θεὸς δ᾿ ἐπεστὰς εἶπε «τῶν τροχῶν ἅπτου 
καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δ᾿ εὔχου 
ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.»

Babrius 21 = Perry 290

Βόες μαγείρους ἀπολέσαι ποτ᾿ ἐζήτουν 
ἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην· 
καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη 
κέρατ᾿ ἀποξύνοντες. εἷς δέ τις λίην 
γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, 
«οὗτοι μὲν ἡμᾶς» εἷπε «χερσὶν ἐμπείροις 
σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· 
ἢν δ᾿ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, 
διπλοῦς τότ᾿ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει 
τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.» 
[Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων 
ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ.

Babrius 22 = Perry 31

Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην 
-- νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης 
λευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας -- 
ἔτ᾿ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. 
ἤρα γυναικῶν δύο. νέης τε καὶ γραίης. 
νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτει 
βλέπειν ἐραστήν, συγγέροντα δ᾿ ἡ γραίη. 
τῶν οὖν τριχῶν ἑκάστοθ᾿ ἡ μὲν ἀκμαίη 
ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας, 
ἔτιλλε δ᾿ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, 
ἕως φαλακρὸν ἀντέδωκαν ἀλλήλαις, 
τούτων ἑκάστη τῶν τριχῶν ἀποσπῶσα. 
[Αἴσωπος οὖν τὸν μῦθον εἶπε δηλώσας 
ἐλεεινὸς ὅςτις εἰς γυναῖκας ἐμπίπτει· 
ὥσπερ θάλασσα προςγελῶσ᾿ ἀποπνίγει.

Babrius 23 = Perry 49

Βοηλάτης ἄνθτρωπος εἰς μακρὴν ὕλην 
ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει. 
ἔθηκε δ᾿ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις 
[Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα] 
ἄρνα προσάξειν, εἰ λάβοιτο τὸν κλέπτην. 
ὄχθον δ᾿ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον 
λέοντι θοίνην· δυστυχὴς δ᾿ ἐπαρᾶται 
καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην. 
Ἐντεῦθεν ἡμᾶς τοῦτ᾿ ἔοικε γινώσκειν, 
ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, 
ἐκ τῆς πρὸς ὥραν ἐκφορουμένης λύπης.

Babrius 24 = Perry 314

Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ, 
τὰ ζῷα δ᾿ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους. 
καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγον· 
οὓς εἶπε παύσας φρῦνος «οὐχὶ παιάνων 
τοῦτ᾿ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης· 
ὅς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, 
τί μὴ πάθωμεν τῶν κακῶν ἐὰν γήμας 
ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;» 
Χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων 
ἐφ᾿ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.

Babrius 25 = Perry 138

Γνώμη λαγωοὺς εἶχε μηκέτι ζώειν, 
πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, 
ὁθοὔνεκ᾿ εἰσὶν ἀδρανέστατοι ζώων 
ψυχάς τ᾿ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. 
ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης 
καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων 
βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, 
ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας 
«ἂψ νῦν ἴωμεν, οὐκέτι χρεὼν θνῄσκειν· 
ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν.»

Babrius 26 = Perry 297

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην 
ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. 
ὁ δ᾿ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων 
ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. 
αἱ δ᾿ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας, 
κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, 
ἕως ἐκεῖνος οὐκέθ᾿ ὡς πρὶν εἰώθει, 
λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. 
αἱ δ᾿ ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαις 
«φεύγωμεν» ἐκραύγαζον «εἰς τὰ Πυγμαίων. 
ἅνθρωπος οὗτος οὐκέτ᾿ ἐκφοβεῖν ἥμας 
ἔοικεν, ἤδη δ᾿ ἄρχεταί τι καὶ πράσσειν.»

Babrius 27 = Perry 293

Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας 
ἔπνιγεν ὑδάτων ἐν συναγκίῃ κοίλῃ. 
τῆς δ᾿ αὖ λεγούσης «ὡς κακὴν χάριν τίνεις 
ὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,» 
«ἐπιμαρτυρῶ σοι» φησίν, «ἀλλὰ καὶ πάσας 
ἔπνιγες ὄρνεις, πάντα δ᾿ οἶκον ἠρήμους, 
βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦς᾿ ἥμας.»

Babrius 28 = Perry 376

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. 
ἐλθοῦσα δ᾿ αὐτόν -- οὐ παρῆν γάρ -- ἡ μήτηρ 
παρὰ τῶν ἀδελφῶν ποῦ ποτ᾿ ἦν ἐπεζήτει. 
«τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης 
ἤλθεν πάχιστον τετράπουν, ὑφ᾿ οὗ κεῖται 
χηλῇ μαλαχθείς.» ἡ δὲ φρῦνος ἠρώτα, 
φυσῶς᾿ ἑαυτήν, εἰ τοιοῦτον ἦν ὄγκῳ 
τὸ ζῷον. οἱ δὲ μητρί· «παῦε, μὴ πρήθου. 
θᾶσσον σεαυτήν,» εἶπον, «ἐκ μέσου ῥήξεις 
ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.»

Babrius 29 = Perry 318

Γέρων ποθ᾿ ἵππος εἰς ἀλητὸν ἐπράθη, 
ζευχθεὶς δ᾿ ὑπὸ μύλην πᾶσαν ἑσπέρην ἤλει. 
καὶ δὴ στενάξας εἶπεν «ἐκ δρόμων οἵων 
καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.» 
Μὴ λίαν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. 
πολλοῖς τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

Babrius 30 = Perry 307

Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην. 
τὸν δ᾿ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην 
--υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει--, 
ὁ δὲ χειροτέχνης ὡς θεὸν καθιδρύσων. 
ἦν δ᾿ ὀψέ, χὠ λιθουργὸς οὐκ ἐπεπράκει, 
συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δείξειν 
ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας 
αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις 
«εἶεν» λέγοντα «τἀμὰ νῦν ταλαντεύῃ· 
ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.»

Babrius 31 = Perry 165

Γαλαῖ ποτ᾿ εἶχον καὶ μύες πρὸς ἀλλήλους 
ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη. 
γαλαῖ δ᾿ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης 
ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην, 
ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους, 
ἀεὶ δ᾿ ἀτάκτως ὑπομένουσι κινδύνους. 
εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ 
γνώμῃ τ᾿ ἀρίστους, εἰς μάχην τε γενναίους, 
οἵ σφᾶς εκόσμουν καὶ διεῖλον εἰς φρήτρας 
λόχους τε καὶ φάλαγγας, ὡς παρ᾿ ἀνθρώποις. 
ἐπεὶ δ᾿ ἐτάχθη πάντα καὶ συνηθροίσθη, 
καὶ τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας, 
οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων 
κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις 
ἡγοῦντο, παντὸς ἐκφανέστατοι πλήθους. 
πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει. 
ἄλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις, 
τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα 
τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν. 
[μόνοι θ᾿ ἑάλωσαν αὐτόθι μυχῶν πρόσθεν] 
νίκη δ᾿ ἐπ᾿ αὐτοῖς καὶ τρόπαιον εἱστήκει, 
γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης. 
Λέγει δ᾿ ὁ μῦθος «εἰς τὸ ζῆν ἀκινδύνως 
τῆς λαμπρότητος ηὑτέλεια βελτίων.

Babrius 32 = Perry 50

Γαλῇ ποτ᾿ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ 
δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ, 
μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην, 
καλῆς γυναικός, ἧ τίς οὐκ ἔχειν ἤρα; 
ἰδὼν δ᾿ ἐκεῖνος --ἐν μέρει γὰρ ἡλώκει-- 
γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου 
παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου 
καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη. 
γάμου δὲ δαιτὴ ῾λέλυτο, καὶ καλῶς παίξας 
Ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.

Babrius 33 = Perry 298

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ᾿ ὥρη, 
καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας 
ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει 
μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων 
ψᾶρές τ᾿ ὄλεθρος σπερμάτων ἀρουραίων. 
τῷ δ᾿ ἠκολούθει σφενδόνην ἔχων κοίλην 
παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης 
ἤκουον εἰ τὴν σφενδόνην ποτ᾿ ᾐτήκει, 
καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην 
ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας 
ἐδίδοσκεν· «ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἥμας 
σοφὸν δολῶσαι φῦλον, ἡνίκ᾿ ἂν τοίνυν 
ἔλθως᾿, ἐγὼ μέν,» εἶπεν, «ἄρτον αἰτήσω, 
σὺ δ᾿ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.» 
οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. 
ὁ δ᾿ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· 
οἱ δ᾿ οὐκ ἔφευγον. τῷ δ᾿ ὁ παῖς λίθων πλήρη 
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας 
τοῦ μὲν τὸ βρέγμα, τοῦ δ᾿ ἔτυψε τὴν κνήμην, 
ἑτέρου τὸν ὦμον, οἱ δ᾿ ἔφευγον ἐκ χώρης. 
γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. 
καί τις κολοιῶν εἶπε· «φεύγετ᾿ ἀνθρώπων 
γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους 
λαλεῖν μαθόντων, ἄλλα δ᾿ ἔργα ποιούντων.» 
[Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]

Babrius 34 = Perry 47

Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύσας 
ἅλω πλατεῖαν οἰχάσιν κατεστρώκει. 
κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου. 
ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως 
ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη, 
κἀπῆλθ᾿ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας. 
πεσὼν δ᾿ ἐφ᾿ ὑγραῖς μητρὸς ἀγκάλαις ἤμει, 
καὶ ταῦτ᾿ ἐφώνει «δυστυχὴς ἀποθνῄσκω· 
τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.» 
ἡ δ᾿ εἶπε «θάρσει κἀπόβαλλε, μὴ φείδου· 
οὐ γὰρ σά, τέκνον, ἀλλ᾿ ἐμεῖς τὰ τοῦ ταύρου.» 
[̔́Οταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας 
ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ, 
πρὸς τοῦτον ά̓ν τις καταχρέοιτο τῷ μύθῳ.]

Babrius 35 = Perry 218

Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει, 
τεκοῦσα δ᾿ αὐτοῖς ἐστιν οὐκ ἴση μήτηρ, 
ἀλλ᾿ ὃν μὲν αὐτῶν ἀθλίης ὑπ᾿ εὐνοίης 
θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει, 
τὸν δ᾿ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. 
κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζώει. 
Τοιοῦτο πολλῶν ἐστιν ἦθος ἀνθρώπων, 
οἷς ἐχθρὸς ἀεὶ μᾶλλον ἢ φίλος γίνου.

Babrius 36 = Perry 70

Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὄρους ἄρας 
ἔδωκε ποταμῷ· τὴν δ᾿ ἔσυρε κυμαίνων, 
πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων. 
πολὺς δὲ κὰλαμος ἑκατέρωθεν εἱστήκει 
ἔλαφρον ὄχθης ποταμίης ὕδωρ πίνων. 
θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην 
λεπτός τ᾿ ἐὼν καὶ βληχρὸς οὐκ ἐπεπτώκει, 
αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη. 
σοφῶς δὲ κάλαμος εἶπε «μηδὲν ἐκπλήσσου. 
σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, 
ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, 
κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.» 
Κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει 
μ0ὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλ᾿ εἴκειν.

Babrius 37 = Perry 300

Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης, 
κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ 
«τάλας» ἐφώνει «μόχθον οἷον ὀτλεύεις.» 
ὁ βοῦς δ᾿ ἐσίγα χὐπέτεμνε τὴν χώρην. 
ἐπεὶ δ᾿ ἔμελλον ἀγρόται θεοῖς θύειν, 
ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς απεζεύχθη, 
ὁ δὲ μόσχος ἀδμὴς κεῖνος εἵλκετο σχοίνῳ 
δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. 
κἀκεῖνος αὐτῷ τοιάδ᾿ εἶπε φωνήσας· 
«εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. 
ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, 
καὶ σοῦ τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.» 
[Ἔργοις ἔπαινος, ἀργίᾳ δὲ κίνδυνος.]

Babrius 38 = Perry 303

Δρυτόμοι τινὲς σχίσαντες ἀγρίην πεύκην 
ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη 
γένοιτό τ᾿ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων. 
πεύκη στένουσα «πῶς ἄν» εἶπε «μεμφοίμην 
τὸν πέλεκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, 
ὡς τοὺς κακίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; 
ἄλλος γὰρ ἄλλῃ μ᾿ ἐμπεσὼν διαρρήσει.» 
Ὁ μῦθος ἡμῖν τοῦτο πᾶσι μηνύει, 
ὡς οὐδὲν οὕτω δεινὸν ἂν παρ᾿ ἀνθρώπων 
πάθοις τι τῶν ἔξωθεν ὡς ὑπ᾿ οἰκείων.

Babrius 39 = Perry 62

Δελφῖνες ἀεὶ διεφέροντο φαλλαίναις. 
τούτοις παρῆλθε καρκίνος μεσιτεύων, 
ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείᾳ 
στάσιν τυράννων μαχομένων εἰρηνεύει.

Babrius 40 = Perry 321

Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ 
κυρτὴ κάμηλος, εἶτ᾿ ἔχεζε. τοῦ δ᾿ ὄνθου 
φθάνοντος αὐτὴν εἶπεν «ἦ κακῶς πράσσω· 
ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.» 
[Πόλις ἄν τις εἴποι τὸν λόγον τὸν αἰσώπου, 
ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.]

Babrius 41 = Perry 371

Διαρραγῆναί φασιν ἐκ μέσου νώτου 
δράκοντι μῆκος ἐξισουμένην σαύραν. 
Βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις, 
ἢν τόν γε λίαν ὑπερέχοντα μιμήσῃ.

Babrius 42 = Perry 328

Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας. 
ὁ κύων δ᾿ ὁ τούτου κυνὶ φίλῳ συναντήσας 
ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. 
κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας 
ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου 
εἰς τὴν ἄγυιαν. τῶν κυνῶν δ᾿ ἐρωτώντων 
ὅπως ἐδείπνης᾿, εἶπε «πῶς γὰρ ἂν κρεῖττον, 
ὃς οὐδὲ ποίην ἀναλύειν με γινώσκω;»

Babrius 43 = Perry 74

Ἔλαφος ποδώκης εὔκερως ἀχαιΐνης 
λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. 
ἐκεῖ δ᾿ ἑαυτοῦ τὴν σκιὴν θεωρήσας 
χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη, 
ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει· 
παρῆν δὲ νέμεσις ἣ τὰ γῆς ἐποπτεύει. 
κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης 
ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, 
ἰδὼν δ᾿ ἔφευγε, δίψαν οὐδέπω παύσας, 
καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. 
ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, 
κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη. 
«τί ταῦτ᾿;» ἔφη· «δύστηνος ὡς διεψεύσθην· 
οἱ γὰρ πόδες μ᾿ ἔσῳζον, οἷς ἐπῃδούμην, 
τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.» 
Περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, 
μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, 
μηδ᾿ αὖτ᾿ ἀπογνῷς, μηδ᾿ ἀπελπίσῃς· οὕτω 
σφάλλουσιν ἡμᾶς ἐσθ᾿ ὅθ᾿ αἱ πεποιθήσεις.

Babrius 44 = Perry 372

Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετ᾿ ἀλλήλων. 
λέων δὲ τούτους συλλαβεῖμ ἐφεδρεύων, 
ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν, 
λόγοις δ᾿ ὑπούλοις διαβολαῖς τε συγκρούων 
ἐχθροὺς ἐποίει, χωρίσας δ᾿ απ᾿ ἀλλήλων 
ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίην θοίνην. 
Ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, 
ἐχθροῖς ἀπίστει, τοὺς φίλους δ᾿ ἀεὶ τήρει.

Babrius 45 = Perry 6

Ἔνιφεν ὁ ζεύς· αἰπόλος δέ τις φεύγων 
εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων 
τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας. 
εὑρὼν δ᾿ ἐκεῖ τάχιον εἰσδεδυκυίας 
αἶγας κερούχους ἀγρίας, πολὺ πλείους 
ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους, 
ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης, 
τὰς δ᾿ ἰδίας ἀφῆκε μακρὰ λιμώττειν. 
ὡς δ᾿ ᾐθρίησε, τὰς μὲν εὗρε τεθνώσας, 
αἱ δ᾿ οὐκ ἔμειναν, αλλ᾿ ὀρῶν ἀβοσκήτων 
ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων. 
ὁ δ᾿ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους 
αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰ κρείσσω 
οὐκ ὤνατ᾿ οὐδ᾿ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.

Babrius 46 = Perry 305

Ἔλαφος καθ᾿ ὕλην γυῖα κοῦφα ναρκήσας 
ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ, 
ἐξ ἧς ἑτοίμην χιλὸν εἶχε πεινήσας. 
ἤρχοντο δ᾿ ἀγελαι ποικίλων ἐκεῖ ζώων 
ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων. 
ἐλθὼν δ᾿ ἕκαστος τῆς πόης τ᾿ ἀποτρώγων 
ᾔει πρὸς ὕλας τοῦ νοσοῦντος ἀμνήμων. 
ἔλαφος δὲ λίμῳ κοὐ νόσῳ κατεσκλήκει, 
μή πω κορώνην δευτέρην ἀναπλήσας, 
ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.

Babrius 47 = Perry 53

Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως, 
εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων 
-- ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν -- 
ἐκέλευσε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων 
δέσμην ἐνεγκεῖν. ἧκὲ τις φέρων ταύτην. 
«πειρᾶσθε δὴ μοι, τέκνα, σὺν βίῃ πάσῃ 
ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.» 
οἱ δ᾿ οὐ γὰρ ἠδύναντο· «κατὰ μίαν τοίνυν 
πειρᾶσθ᾿.» ἑακάστης δ᾿ εὐχερῶς καταγείσης, 
«ὦ παῖδες, οὕτως» εἶπεν «ἢν μὲν ἀλλήλοις 
ὁμοφρονῆτε πάντες, οὐδ᾿ ἂν εἷς ὕμας 
βλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ· 
ἢν δ᾿ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην, 
πείσεσθ᾿ ἕκαστος ταὐτὰ τῇ μιῇ ῥάβδῳ.» 
[Φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις, 
ἥ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]

Babrius 48 = Perry 308

Ἐν ὁδῷ τις ἑρμῆς τετράγωνος εἱστήκει, 
λίθων δ᾿ ὑπ᾿ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ 
εἶπεν προσελθών «χαῖρε πρῶτον, Ἑρμεία· 
ἔπειτ᾿ ἀλεῖψαι βούλομαί σε, μηδ᾿ οὕτω 
θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.» 
ὁ δ᾿ εἶπεν «ἤν μου τοῦτο μὴ ῾πιλιχμήσῃς 
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, 
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.»

Babrius 49 = Perry 174

Ἐκάθευδε νύκτωρ ἐργάτης ὑπ᾿ ἀγνοίης 
φρέατος ἐγγύς. τῆς Τύχης δ᾿ ἐπιστάσης 
ἔδοξ᾿ ἀκούειν «οὗτος, οὐκ ἐγερθήσῃ; 
μὴ σοῦ πεσόντος αἰτίη παρ᾿ ἀνθρώποις 
ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην. 
ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην, 
ὅς᾿ ἂν παρ᾿ αὑτοῦ δυστυχῇ τις ἤ πίπτῃ.»

Babrius 50 = Perry 22

Ἔφευγ᾿ ἀλώπηξ, τῆς δ᾿ ὄπισθε φευγούσης 
κυνηγὸς ἐτρόχαζεν. ἡ δ᾿ ἐκεκμήκει, 
δρυτόμον δ᾿ ἰδοῦσα «πρὸς θεῶν σε σωτήρων, 
κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις, 
καὶ τῷ κυνηγῷ» φησί «μὴ με μηνύσῃς.» 
ὁ δ᾿ οὐ προδώσειν ὤμνυ᾿· ἡ δ᾿ ἀπεκρύφθη. 
ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρ᾿ ἐπηρώτα, 
μὴ τῇδ᾿ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. 
«οὐκ εἶδον» εἶπε, τῷ δὲ δακτύλῳ νεύων 
τὸν τόπον ἐδείκνυ᾿ οὗ πανοῦργος ἐκρύφθη. 
ὁ δ᾿ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, 
παρῆλθε. θερμοῦ δ᾿ ἐκφυγοῦσα κινδύνου 
κερδὼ παχείης ἐξέκυπτεν αἰγείρου, 
σεσηρὸς αἰκάλλουσα. τῇ δ᾿ ὁ πρεσβύτης 
«ζωαγρίους μοι χάριτας» εἶπεν «ὀφλήσεις.» 
«πῶς οὐκ ἄν» εἶπεν «ὧν γε μάρτυς εἱστήκειν; 
ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ 
φωνῇ με σώσας, δακτύλῳ δ᾿ ἀποκτείνας.» 
[Σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδ᾿ ἄν τις 
λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.]

Babrius 51 = Perry 212

Ἐν τῷ ποτ᾿ οἴκῳ πρόβατον εἶχέ τις χήρη, 
θέλουσα δ᾿ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω 
ἔκειρ᾿ ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω 
τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν. 
ἀλγοῦν δὲ πρόβατον εἶπε «μή με λυμαίνου· 
πόσην γὰρ ὁλκὴν τοὐμὸν αἷμα προσθήσει; 
ἀλλ᾿ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, 
ἔστιν μάγειρος, ὅς με συντόμως θύσει, 
εἰ δ᾿ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις, 
πάλιν ἔστι κουρεύς, ὃς κερεῖ με καὶ σώσει.»

Babrius 52 = Perry 45

Εἰς ἄστυ τετράκυκλον ἄρσενες ταῦροι 
ἅμαξαν ὤμοις εἷλκον· ἡ δ᾿ ἐτετρίγει. 
καὶ τὸν βοώτην θυμὸς εἶχε, τῇ δ᾿ οὕτως 
ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι· 
«ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις 
ἄλλων ὑπ᾿ ὤμων φερομένη σιωπώντων;» 
[Κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν 
ἄλλων πονούντων, αὐτὸς ὡσπερεὶ κάμνων.]

Babrius 53 = Perry 159

Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη 
ζωγρεῖν ἐδεῖτο μηδὲ γραῦν ἀποκτείνειν. 
ὁ δ᾿ «ἢν λόγους μοι τρεῖς ἀληθινοὺς εἴπῃς, 
ἐγώ σε νὴ τὸν Πᾶνα» φησί «ζωγρήσω.» 
ἡ δ᾿ «εἴθε μέν μοι πρῶτα μὴ συνηντήκεις, 
ἔπειτα δ᾿ εἴθε τυφλὸς ὢν ὑπηντήκεις, 
τρίτον δ᾿ ἐπ᾿ αὐτοῖς» εἶπε «μὴ σύ γ᾿ εἰς ὥρας 
ἵκοιο, μὴ δή μοι πάλιν συναντήσῃς.»

Babrius 54 = Perry 310

Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων 
σκεψόμενος, ὁ θύτης δ᾿ ἁγνὸν ἧπαρ ἁπλώσας 
«ὅταν μέν» εἶπε «ταῦτ᾿ ἴδω, πατὴρ γίνῃ, 
ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδ᾿ ἀνὴρ φαίνῃ.»

Babrius 55 = Perry 292

Ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας 
ἠροτρία, πτωχῶς μέν, ἀλλ᾿ ἀναγκαίως. 
ἐπεὶ δὲ τοὔργον ἐτετέλεστο καὶ λύειν 
ἔμελλε αὐτούς, ἥ τ᾿ ὄνος διηρώτα 
τὸν βοῦν «τίς ἄξει τῷ γέροντι τὰ σκεύη;» 
ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν «ὅσπερ εἰώθει.»

Babrius 56 = Perry 364

Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις 
ὁ Ζεὺς ἔθηκε, πάντα δ᾿ ἔβλεπεν κρίνων. 
ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλοῦ μήτηρ, 
πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις. 
γέλως δ᾿ ἐπ᾿ αὐτῷ τοῖς θεοῖς ἐκινήθη. 
ἡ δ᾿ εἶπεν οὕτω· «Ζεὺς μὲν οἶδε τὴν νίκην, 
ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.» 
[Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν, 
τὸν αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]

Babrius 57 = Perry 309

Ἑρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας 
ἀπάτης τε πολλῆς καὶ πανουργίης πάσης, 
ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου 
σχεδίην ἀμείβων καὶ μέρος τι τῶν ὤνων 
νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ 
τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει, 
λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης 
ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δ᾿ ὥσπερ 
πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον, 
ἐκένωσαν αὐτὴν οὐδ᾿ ἀφῆκαν εἰς ἄλλους 
ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους. 
ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην, 
ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης 
οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείης.

Babrius 58 = Perry 312

Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας 
ἔθηκεν αὐτὸν πωμάσας παρ᾿ ἀνθρώπῳ. 
ὁ δ᾿ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων 
τί ποτ᾿ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, 
διῆκ᾿ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, 
κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. 
μόνη δ᾿ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει 
τεθὲν τὸ πῶμα, τοιγὰρ ἐλπὶς ἀνθρώποις 
μόνη σύνεστι, τῶν πεφευγότων ἥμας 
ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.

Babrius 59 = Perry 100

Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις 
ἤριζ᾿ Ἀθηνᾶ, τίς καλόν τι ποιήσει. 
ποιεῖ μὲν ὁ Ζεὺς ἐκπρεπέστατον ζώων 
ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις, 
ὁ δ᾿ αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις 
κριτὴς ὁ Μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει. 
κἀκεῖνος, ὡς πέφυκε πάντας ἐχθραίνων, 
πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου, 
τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεὶσθαι, 
ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γ᾿ ἀνθρώπου, 
μὴ σχεῖν θυρωτὰ μηδ᾿ ἀνοικτὰ τὰ στὴθη, 
ὡς ἂν βλέποιτο τῷ πέλας τί βουλεύοι· 
τῆς οἰκίης δέ, μὴ τροχοὺς σιδηρείους 
ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους τ᾿ ἄλλους 
συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις. 
[Τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει; 
πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν. 
ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.]

Babrius 60 = Perry 167

Ζωμοῦ χύτρῃ μῦς ἐμπεσὼν ἀπωμάστῳ 
καὶ τῷ λίπει πνιγόμενος ἐκπνέων τ᾿ ἤδη 
«βέβρωκα» φησί «καὶ πέπωκα καὶ πάσης 
τρυφῆς πέπλησμαι· καιρός ἐστί μοι θνῄσκειν.» 
[Τότ᾿ ἂν λίχνος γένοιο μῦς ἐν ἀνθρώποις, 
ἐὰν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσῃ.]

Babrius 61 = Perry 327

Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, 
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. 
καὶ πως συνηβόλησαν οἱ δύ᾿ ἀλλήλοις, 
χὠ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, 
θήρην δ᾿ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, 
τά τ᾿ εἶχον ἀντέδωκαν, εἶτα τὴν θήρην 
ἤμειβον ἀεί, δεῖπνα δ᾿ εἶχον ἡδίω, 
ἕως τις αὐτοῖς εἶπεν «ἀλλὰ καὶ τούτων 
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθειῃ, 
πάλιν δ᾿ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.»

Babrius 62 = Perry 315

Ἡμίονος ἀργῆς χιλὸν ἐσθίων φάτνης 
καὶ κριθιήσας ἐτρύχαζε κἀφώνει 
τένοντα σείων «ἵππος ἐστί μοι μήτηρ, 
ἐγὼ δ᾿ ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων.» 
ἄφνω δ᾿ ἔπαυσε τὸν δρόμον κατηφήσας· 
ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.

Babrius 63 = Perry 110

Ἦν τις κατ᾿ οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως 
ἔχων ἐν αὐλῇ τέμενος· ἔνθα δὴ θύων 
στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνῳ 
προσηύχετ᾿ ἀεί «χαῖρε, φίλταθ᾿ ἡρώων, 
καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει.» 
κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις 
«ἀγαθὸν μὲν» εἶπεν «οὐδ᾿ ἂν εἷς τις ἡρώων, 
ὦ τᾶν, παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει· 
κακῶν δὲ πάντων ἅτε σύνεστιν ἀνθρώποις 
δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις, 
εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς. 
πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας ἢν θύσῃς.»

Babrius 64 = Perry 304

Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας. 
ἐλάτης δ᾿ ἑαυτὴν πολλαχῶς ἐπαινούσης· 
«καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης, 
καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω, 
στέγης τε μέλαθρον εἰμι καὶ τρόπις πλοίων· 
δένδρῳ τοσούτῳ πῶς, ἄκανθα, συγκρίνῃ;» 
βάτος πρὸς αὐτὴν εἶπεν «ἢν λάβῃς μνήμην 
τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων, 
βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ.» 
Ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον 
καὶ δόξαν ἔσχε χὐπέμεινε κινδύνους.

Babrius 65 = Perry 294

Ἤριζε τεπρὴ γέρανος εὐφυεῖ ταῷ 
σείοντι χρυσᾶς πτέρυγας. «ἀλλ᾿ ἐγὼ ταύταις,» 
ἡ γέρανος εἶπεν, «ὧν σὺ τὴν χρόην σκώπτεις, 
ἄστρων σύνεγγυς ἵπταμαί τε κὠλύμπου· 
σύ δ᾿ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις 
χαμαὶ πτερύσσῃ,» φησίν, «οὐδ᾿ ἄνω φαίνῃ.» 
Θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην 
ἢ ζῆν ἀδόξως πλουσίᾳ σὺν ἐσθῆτι.

Babrius 66 = Perry 266

Θεῶν Προμηθεὺς ἦν τις, ἀλλὰ τῶν πρώτων. 
τοῦτον πλάσασθαί φασι δεσπότην ζώων 
ἄνθρωπον εκ γῆς· ἐκ δὲ τοῦ δύω πήρας 
κρεμάσαι φέροντά φασι τῶν ἐν ἀνθρώποις 
κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων, 
ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων. 
διόμοι δοκοῦσι συμπορὰς μὲν ἀλλήλων 
βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.

Babrius 67 = Perry 339

Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν. 
ἀλκῇ μὲν ὁ λέων, ὁ δ᾿ ὄνος ἐν ποσὶν κρείσσων. 
ἐπεὶ δὲ λείαν ἔσχον ἄφθονον ζώων, 
ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, 
καὶ «τὴν μὲν αὐτός» φησί «λήψομαι πρώτην· 
βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην 
ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δ᾿ αὕτη 
κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν.» 
Μέτρει σεαυτόν· πρᾶγμα μηδὲν ἀνθρώπῳ 
δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει.

Babrius 68 = Perry 104

Θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων, 
«οὐκ ἂν βάλοι τις πλεῖον οὐδὲ Ζεὺς ἥμων.» 
ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ· 
Ἑρμῆς δ᾿ ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους. 
Λαχὼν δ᾿ ὁ Φοῖβος χρυσέην τε κυκλώσας 
τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος 
τὸ βέλος ἔπηξεν ἐντὸς Ἑσπέρου κήπων. 
ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει, 
καὶ «ποῦ βάλω, παῖ;» φησίν, «οὐκ ἔχω χώρην.» 
τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.

Babrius 69 = Perry 331

Θάμνου λαγωὸν δασυπόδην ἀναστήσας 
κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν, 
δρόμῳ δ᾿ ἐλείφθη. καὶ τις αἰπόλος σκώπτων 
«ὁ πηλίκος σου» φησίν «εὑρέθη θάσσων.» 
ὁ δ᾿ εἶπεν «ἄλλως ἄλλον ἁρπάσαι σπεύδων 
τρέχει τις, ἄλλως δ᾿ αὑτὸν ἐκ κακοῦ σώζων.»

Babrius 70 = Perry 367

Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη, 
εφ᾿ ἅπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ. 
Ὕβριν δὲ γήμας, ἣν μόνην κατειλήφει, 
ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη, 
ἕπεται δ᾿ ἔτ᾿ αὐτῇ πανταχοῦ βαδιζούσῃ. 
Μήτ᾿ οὖν ποτ᾿ ἔθνη, μὴ πόληας ἀνθρώπων 
Ὕβρις γ᾿ ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις, 
ἐπεὶ μετ᾿ αὐτὴν Πόλεμος εὐθέως ἥξει.

Babrius 71 = Perry 168

Ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη 
βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρώρης, 
«ὦ πέλαγος» εἶπεν «εἴθε μήποτ᾿ ἐπλεύσθης, 
ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις.» 
ἤκουσε δ᾿ ἡ θάλασσα, καὶ γυναικείην 
λαβοῦσα φωνὴν εἶπε «μή με βλασφήμει· 
ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων, 
ἄνεμοι δὲ χειμάζοντες, ὧν μέση κεῖμαι. 
τούτων δὲ χωρὶς ἢν ἴδῃς με καὶ πλεύσῃς, 
ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης.» 
[Ὅτι πολλὰ φύσει χρηστὰ πράγμαθ᾿ αἱ κακαὶ χρήσεις 
τρέπουσιν εἰς τὸ χεῖρον, ὡς δοκεῖν φαῦλα.]

Babrius 72 = Perry 101

Ἶρίς ποτ᾿ οὐρανοῖο πορφυρῆ κῆρυξ 
πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις 
ἀγῶνα κεῖσθαι· πᾶσι δ᾿ εὐθὺς ἠκούσθη, 
καὶ πάντα θείων ἔσχεν ἵμερος δώρων. 
ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη, 
θερινόν τί θ᾿ ὕδωρ καὶ διαυγὲς εἱστήκει· 
πάντων τ᾿ ἐπ᾿ αὐτὸ φῦλον ἦλθεν ὀρνίθων, 
πρόσωπα δ᾿ αὑτῶν ἐξέλουε καὶ κνήμας, 
ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας. 
ἦλθεν δ᾿ ἐκείνην καὶ κολοιὸς εἰς κρήνην, 
γέρων, κορώνης υἱός, ἄλλο δ᾿ ἐξ ἄλλου 
πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων 
μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη, 
καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων. 
ὁ Ζεὺς δ᾿ ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην, 
εἰ μὴ χελιδὼν αὐτὸν ὡς Ἀθηναίη 
ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη, 
ὁ δ᾿ εἶπεν αὐτῇ «μή με συκοφαντήσῃς.» 
τὸν δ᾿ ἄρα τρυγὼν ἐσπάραττε καὶ κίχλη 
καὶ κίσσα καὶ κορυδαλλὸς οὑν τάφοις παίζων, 
χὠ νηπίων ἔφεδρος ὀρνέων ἵρηξ, 
τά τ᾿ ἄλλ᾿ ὁμοίως, καὶ κολοιὸς ἐγνώσθη. 
[Ὦ παι, σεαυτὸν κόσμον οἰκεῖον κόσμει· 
τοῖσον ἑτέρων γὰρ ἐμπρέπων στερηθήσῃ.]

Babrius 73 = Perry 396

Ἰκτῖνος ἄλλην ὀξέην εἶχε κλαγγήν· 
ἵππου δ᾿ ἀκούσας χρεμετίσαντος εὐφώνως, 
μιμούμενος τὸν ἵππον οὔτε τὴν κρείττω 
φωνὴν θελήσας ἔσχεν οὔτε τὴν πρώτην.

Babrius 74 = Perry 105

Ἵππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους 
κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου. 
κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας 
παρῆγεν ἔνδον καὶ παρ᾿ ἑστίῃ θάλψας 
πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων, 
κριθὰς μὲν ἵππῳ, λάθυρα δ᾿ ἐργάτῃ ταύρῳ· 
ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει. 
ξενίης δ᾿ ἀμοιβὴν ἀντέδωκαν ἀνθρόπῳ 
μερίσαντες αὐτῷ τῶν ἐτῶν εφ᾿ ὧν ἔζων, 
ὁ μὲν ἵππος εὐθύς· διόπερ ἐν χρόνοις πρώτοις 
ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴ γνώμην· 
ὁ δὲ βοῦς μετ᾿ αὐτόν· διόπερ εἰς μέσους ἥκων 
μοχθεῖ, φίλεργός ἐστιν ὄλβον ἀθροίζων. 
ὁ κύων δ᾿ ἔδωκε, φασί, τοὺς τελευταίους· 
διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας, 
καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει, 
ἀεὶ δ᾿ ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.

Babrius 75 = Perry 317

Ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ, 
πάντων λεγόντων «μὴ δέδιχθι, σωθήσῃ· 
πάθος μέν ἐστι χρόνιον, ἀλλ᾿ ἔσῃ ῥᾴων,» 
[ὁ δ᾿ ἀτεχνὴς ἰατρὸς εἶπεν εἰσβαίνων·] 
«οὐ συναπατῶ σε» φησίν «οὐδ᾿ ἐνεδρεύω· 
ἕτοιμα δεῖ σε πάντ᾿ ἔχειν· ἀποθνῄσκεις· 
τὴν αὔριον γὰρ [τὸ] μακρὸν οὐχ ὑπερβήσῃ.» 
ταῦτ᾿ εἶπε, καὶ τὸ λοιπὸν οὐκέτ᾿ εἰσῄει. 
χρόνῳ δ᾿ εκεῖνος ἐκ νόσων ἀνασφήλας 
προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων. 
ὁ δ᾿ ἰατρὸς αὐτῷ «χαῖρ᾿» ἔφη συναντήσας, 
καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα. 
κἀκεῖνος εἶπεν «ἠρεμοῦσι τῆς Λήθης 
πίνοντες, ἡ Κόρη δὲ χὠ μέγας Πλούτων 
πρώην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν, 
ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶς᾿ ἀποθνῄσκειν. 
ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις 
καὶ σὲ γράφειν ἔμελλον· ἀλλ᾿ ἐγὼ δείσας 
εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων 
κἀπώμος᾿ αὐτοῖς, ὅτι σὺ ταῖς ἀληθείαις 
ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης.»

Babrius 76 = Perry 320

Ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει 
ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ, 
παραστάτην γενναῖον ἐν μάχαις κρίνων· 
ἐπεὶ δ᾿ ἐπαύσατ᾿, ἦν δὲ λοιπὸν εἰρήνη 
καὶ μισθὸν ἱππεὺς οὐκέτ᾿ εἶχεν ἐκ δήμου, 
τότ᾿ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης 
κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων, 
μισθῷ τε φόρτον ἔφερεν ἄλλοτ᾿ αλλοῖον, 
τὸ πνεῦμα σώζων ἐπ᾿ ἀχύροισι δυστήνοις, 
σάγην δὲ νώτοις ἔφερεν οὐκέθ᾿ ἱππείην. 
ὡς δ᾿ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη, 
σάλπιγξ τ᾿ ἐφώνει πᾶσιν ἀσπίδα σμήχειν 
ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν, 
κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας 
ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων. 
ὁ δ᾿ ὀκλάσας ἔπιπτεν οὐκέτ᾿ ἰσχύων. 
«ἔντασσε πεζοῖς σαυτόν» εἶπεν «ὁπλίταις· 
σὺ γάρ μ᾿ ἀφ᾿ ἵππων εἰς ὄνους μεταστήσας 
πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;»

Babrius 77 = Perry 124

Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει· 
τυροῦ δ᾿ ἀλώπηξ ἰχανῶσα κερδώη 
μύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ· 
«κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη, 
θεητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις, 
ὄνυξι πάντων θηρίων κατισχύεις· 
ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις.» 
κόραξ δ᾿ ἐπαίνῳ καρδίην ἐχαυνώθη, 
στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει. 
τὸν ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ 
«οὐκ ἦσθ᾿ ἄφωνος» εἶπεν «ἀλλὰ φωνήεις· 
ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει.»

Babrius 78 = Perry 324

Κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ 
«μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου 
νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι.» 
«καὶ τίς σε, τέκνον,» φησί, «τῶν θεῶν σώσει; 
τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;»

Babrius 79 = Perry 133

Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου, 
καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῷ ῥείθρῳ 
πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω, 
τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δ᾿ ἐφωρμήθη. 
ἀλλ᾿ οὔτ᾿ ἐκείνην εὗρεν οὔθ᾿ ὃ βεβλήκει, 
πεινῶσα δ᾿ ὀπίσω τὸν πόρον διεξῄει. 
[Βίος ἀβέβαιος παντὸς ἀνδρὸς ἀπλήστου 
ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.]

Babrius 80 = Perry 249

Κάμηλον ἠνάγκαζε δεσπότης πίνων 
ορχεῖσθ᾿ ὑπ᾿ αὐλοῖς κυμβάλοις τε χαλκείοις. 
ἡ δ᾿ εἶπ᾿ «ἐμοὶ γένοιτο κἀν ὁδῷ βαίνειν 
μὴ καταγέλαστον, μήτι πυρρίχην παίζειν.»

Babrius 81 = Perry 14

Κερδοῖ πίθηκος εἶπεν «ἣν ὁρᾷς στήλην 
ἐμοὶ πατρώη τ᾿ ἐστι κἄτι παππώη.» 
κερδὼ πιθήκῳ φασίν «ὡς θέλεις ψεύδου, 
ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείης.» 
[κακοῦ πρὸς ἀνδρός ἐστι μὴ φεύγειν ψεῦδος, 
ἂν λανθάνειν ψευδόμενος εὐχερῶς μέλλῃ.]

Babrius 82 = Perry 146

Κοιμωμένου λέοντος ἀγρίης χαίτης 
διέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη, 
φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης. 
κερδὼ δ᾿ ἐπεχλεύαζεν, ὡς ἐκινήθη 
πρὸς μῦν ὁ πάντων θηρίων δυναστεύων. 
ὁ δ᾿ «οὐχὶ τὸν μῦν» εἶπεν «ὦ παλαμναίη, 
δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων· 
χαίτην δ᾿ ἔμελλε τὴν ἐμὴν καταισχύνειν.» 
[Ἀρχόμενον ἄρτι τὸ θρασὺ τῶν ὑβριζόντων, 
κἂν μικρὸν ᾖ, κώλυε, μηδὲ συγχώρει 
εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις.]

Babrius 83 = Perry 319

Κριθάς τις ἵππου πανδοκεῦσι πωλήσας 
ἱπποκόμος, εἶτα πᾶσαν ἑσπέρην πίνων, 
ἔψηχεν ἐκτένιζεν ἡμέρῃ πάσῃ. 
ὁ δ᾿ εἶπεν «εἰ θέλεις με ταῖς ἀληθείαις 
καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.» 
[Τῶν καιρίων δεῖ τὸν φιλοῦντα φροντίζειν 
καὶ συμφερόντων· κόσμος οὐδὲν ὠνήσει 
τὸν ἀποροῦντα τῶν ἀναγκαίων χρειῶν.]

Babrius 84 = Perry 137

Κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρου 
μικρόν τ᾿ ἐπισχὼν εἶπε ταῦτα βομβήσας· 
«εἴ σου βαρύνω τὸν τένοντα καὶ κλίνω, 
καθεδοῦμ᾿ ἀπελθὼν ποταμίης ἐπ᾿ αἰγείρου.» 
ὁ δ᾿ «οὐ μέλει μοι» φησίν «οὔτ᾿ ἐὰν μείνῃς 
οὔτ᾿ ἢν ἀπέλθῃς, οὐδ᾿ ὅτ᾿ ἦλθες ἐγνώκειν.» 
[Γελοῖος ὅστις οὐδὲν ὢν κατ᾿ ἀνθρώπων 
τῶν κρειττόνων θρασύνεθ᾿ ὥς τις ὢν κρείττων.]

Babrius 85 = Perry 343

Κυσίν ποτ᾿ ἔχθρα καὶ λύκοις συνειστήκει. 
κύων δ᾿ ἀχαιὸς ᾑρέθη κυνῶν δήμῳ 
στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων 
ἔμελλεν, ἐβράδυνεν. οἱ δ᾿ ἐπηπείλουν, 
εἰ μὴ προάξει, τὴν μάχην τ᾿ ἐνεργήσει. 
«ἀκούσατ᾿» εἶπεν «οὗ χάριν διατρίβω, 
τί δ᾿ εὐλαβοῦμαι· χρὴ δ᾿ ἀεὶ προβουλεύειν. 
τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων 
ἕν ἐστιν· ἡμῶν δ᾿ ἦλθον οἱ μὲν ἐκ Κρήτης, 
οἱ δ᾿ ἐκ Μολοσσῶν εἰσιν, οἱ δ᾿ Ἀκαρνάνων, 
ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην 
αὐχοῦσιν, ἄλλοι δ᾿ ἄλλοθεν -- τί μηκύνω; 
τὸ χρῶμα δ᾿ ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις, 
ἀλλ᾿ οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις, 
ἔνιοι δὲ πυρροὶ καὶ διάργεμοι στήθη, 
ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην 
εἰς πόλεμον ἄρχειν» εἶπε «τῶν ἀσυμφώνων 
πρὸς τοὺς ὅμοια πάντ᾿ ἔχοντας ἀλλήλοις;» 
[Συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις· 
τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.

Babrius 86 = Perry 24

Κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαίη· 
ἐν τῇ δ᾿ ἔκειτο ῥωγὰς αἰπόλου πήρη, 
ἄρτων ἑώλων πᾶσας καὶ κρεῶν πλήρης. 
ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην 
ἐξέφαγε· γαστὴρ δ᾿, ὥσπερ εἰκός, ὠγκώθη, 
στενῆς δὲ τρώγλης οὐκέτ᾿ εἶχεν ἐκδῦναι. 
ἑτέρη δ᾿ ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ, 
σκώπτουσα «μεῖνον» εἶπεν «ἄχρι πεινήσῃς· 
οὐκ ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην 
τὴν γαστέρα σχῇς, ἡλίκην ὅτ᾿ εἰσῄεις .»

Babrius 87 = Perry 136

Κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας 
ἐδίωκε, δάκνων αὐτὸν εἰ κατειλήφει, 
μεταστραφείς τ᾿ ἔσαινεν ὡς φίλῳ ψαύων. 
ὁ λαγωός «ἁπλοῦν» εἶπε «θηρίον γίνου. 
φίλος εἶ; τί δάκνεις; ἐχθρὸς εἶ; τί οὖν σαίνεις;» 
[Ἀμπίβολος οὗτός ἐστι νοῦς ἐν ἀνθρώποις, 
οἷς οὔτ᾿ ἀπιστεῖν ἔχομεν οὔτε πιστεύειν.]

Babrius 88 = Perry 325

Κορυδαλλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, 
ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, 
καὶ παῖδας εἶχε ληίου κόμῃ θρέψας 
λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. 
ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων, 
ὡς ξανθὸν εἶδε τὸ θέρος, εἶπε «νῦν ὥρη 
πάντας καλεῖν μοι τοὺς φίλους, ἵν᾿ ἀμήσω.» 
καὶ τις δὲ κορυδοῦ τῶν λοφηφόρων παίδων 
ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει, 
σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. 
ὁ δ᾿ εἶπεν «οὔπω καιρός ἐστι νῦν φεύγειν· 
ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.» 
ὡς δ᾿ αὖτις ἦλθεν, ἡλίου δ᾿ ὑπ᾿ ἀκτίνων 
ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας 
μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν, 
μισθὸν δ᾿ ἔταξε δραγματηφόροις δώσειν, 
κορυδαλλὸς εἶπε παισὶ νηπίοις «ὥρη 
νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν, 
ὅτ᾿ αὐτὸς ἀμᾷ κοὐ φὶλοισι πιστεύει.

Babrius 89 = Perry 155

Λύκος ποτ᾿ ἄρνα πεπλανημένον ποίμνης 
ἰδὼν βίῃ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων, 
ἔγκλημα δ᾿ ἔχθρης εὐπρόσωπον ἐζήτει. 
«σὺ δή με πέρυσι μικρὸς ὢν ἐβλασφήμεις.» 
«ἐγὼ σε πέρυσιν; οὐκ ἐπ᾿ ἔτος ἐγεννήθην.» 
«οὔκουν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;» 
«οὔπω τι χλωρὸν ἔφαγον οὐδ᾿ ἐβοσκήθην.» 
«οὐδ᾿ ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;» 
«θηλὴ μεθύσκει μέχρι νῦν με μητρώη.» 
τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων 
«ἀλλ᾿ οὐκ ἄδειπνον» εἶπε «τὸν λύκον θήσεις, 
κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς.

Babrius 90 = Perry 341

Λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης 
ἰδὼν ἔφησεν «ἡμέων ταλαιπώρων· 
τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει, 
ὃς ἦν φορητὸς οὐδὲ σωφρονῶν ἥμιν;»

Babrius 91 = Perry 217

Λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην 
σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων, 
ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας 
τὸν ταῦρον ἐμβὰς τοῖς κέρασιν ἐξώθει. 
ὁ δ᾿ εἶπεν «οὐ σέ, τόν λέοντα δ᾿ ἐκκλίνων 
ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης· 
ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ 
πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου.»

Babrius 92 = Perry 326

Λέοντα τις κυνηγὸς οὐχὶ τολμήεις 
ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις· 
δρυτόμῳ δὲ μακρῆς ἐγγὺς ἐντυχὼν πεύκης 
«ὢ πρός σε νυμφῶν,» εἶπεν, «ἆρα γινώσκεις 
ἴχνη λέοντος ὅστις ὧδε φωλεύει;» 
κἀκεῖνος εἶπεν «ἀλλὰ σὺν θεῷ βαίνεις· 
αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω.» 
ὁ δ᾿ ὠχριήσας γομφίους τε συγκρούων 
«μή μοι χαρίζου» φησί «πλεῖον οὗ χρῄζω, 
τὸ δ᾿ ἴχνος εἰπέ· τὸν λέοντα μὴ δείξῃς.»

Babrius 93 = Perry 153

Λύκων παρῆσαν ἄγγελοί ποτ᾿ εἰς ποίμνην 
ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην, 
εφ᾿ ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην, 
δι᾿ οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις. 
μωρὴ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης 
πέμπειν ἔμελλεν. ἀλλά τις γέρων ἤδη 
κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας 
«καινῆς γε ταύτης· εἶπε «τῆς μεσιτείης. 
ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω, 
δι᾿ οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως 
ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;»

Babrius 94 = Perry 156

Λύκῳ ποτ᾿ ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη· 
ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν 
ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας 
ἀνελκύσειε καὶ πόνων ἄκος δοίη. 
ὁ δ᾿ ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει. 
κἀκεῖνος αὐτῷ κάρχαρόν τι μειδήσας, 
«σοὶ μισθὸς ἀρκεῖ» φησί «τῶν ἰατρέων 
κεφαλὴν λυκείου στόματος ἐξελεῖν σώην.» 
Κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ, 
ἀλλ᾿ ἀρκέσει σοι μή τι καὶ κακὸν πάσχειν.

Babrius 95 = Perry 336

Λέων νοσήσας ἐν φάραγγι πετραίῃ 
ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας, 
φίλην δ᾿ ἀλώπεκ᾿ εἶχεν ᾗ προσωμίλει. 
ταύτῃ ποτ᾿ εἶπεν «εἰ θέλεις με σὺ ζώειν -- 
πεινῶ γὰρ ἐλάφου τῆς ὑπ᾿ ἀγρίαις πεύκαις 
κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης, 
καὶ νῦν διώκειν ἔλαφον οὐκέτ᾿ ἰσχύω -- 
σὺ δ᾿ ἢν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει 
λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις.» 
ἀπῆλθε κερδώ, τὴν δ᾿ ὑπ᾿ ἀγρίαις ὕλαις 
σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης. 
προσέκυσε δ᾿ αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν 
προσεῖπε, χρηστῶν τ᾿ ἄγγελος λόγων ἥκειν. 
«ὁ λέων» ἔφασκεν, «οἶδας, ἔστι μοι γείτων, 
ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνῄσκειν. 
τίς οὖν μετ᾿ αὐτὸν θηρίων τυραννήσει 
διεσκοπεῖτο· σῦς μέν ἐστιν ἀγνώμων, 
ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης, 
τίγρις δ᾿ ἀλαζὼν καὶ τὸ πᾶν ἐρημαίη. 
ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει· 
γαύρη μὲν εἶδος, πολλὰ δ᾿ εἰς ἔτη ζώει, 
κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει, 
δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων. 
τίσοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης, 
μέλλεις τ᾿ ἀνάσσειν θηρίων ὀρειφοίτων. 
τότ᾿ οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη, 
δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης. 
ταῦτ᾿ ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω 
πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ -- 
χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις -- 
δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης 
κεφαλῆς ἀκούεις· ἔπρεπέ σοι παρεδρεύειν 
ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν. 
τὰ μικρὰ πείθει ποὺς ἐν ἐσχάταις ὥραις, 
ψυχαὶ δ᾿ ἐν ὀφθαλμοῖσι τῶν τελευτώντων.» 
ὥς εἶπε κερδώ. τῆς δ᾿ ὁ νοῦς ἐχαυνώθη 
λόγοισι ποιητοῖσιν, ἦλθε δ᾿ εἰς κοίλην 
σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει. 
λέων δ᾿ ἀπ᾿ εὐνῆς ἀσκόπως ἐφορμήσας 
ὄνυξιν οὔατ᾿ ἐσπάραξεν ἀκραίοις, 
σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην 
θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας. 
κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις, 
ἐπεὶ πόνος μάταιος ἐξανηλώθη. 
κἀκεῖνος ἐστέναξε τὸ στόμα βρύχων 
-- ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη --, 
πάλιν δὲ κερδὼ καθικέτευε φωνήσας 
ἄλλον τιν᾿ εὑρεῖν δεύτερον δόλον θήρης. 
ἡ δ᾿ εἶπε κινήσασα βυσσόθεν γνώμην· 
«χαλεπὸν κελεύεις. ἀλλ᾿ ὅμως ὑπουργήσω.» 
καὶ δὴ κατ᾿ ἴχνος ὡς σοφὴ κύων ᾔει, 
πλέκουσα τέχνας καὶ πανουργίας πάσας, 
ἀεὶ δ᾿ ἕκαστον ποιμένων ἐπηρώτα 
μή πού τις ἔλαφος ᾑματωμένη φεύγει. 
τὴν δ᾿ ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει, 
ἕως ποθ᾿ εὗρεν ἐν κατασκίῳ χώρῳ 
δρόμων ἀναψυχουσαν. ἡ δ᾿ Ἀναιδείης 
ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει. 
ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας, 
χολὴ δ᾿ ἐπέζει καρδίην, ἔφη δ᾿ οὕτως· 
[σὺ νῦν διώκεις πανταχοῦ με καὶ φεύγω.] 
«ἀλλ᾿ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις, 
ἤν μοι προσέλθῃς καὶ γρύσαι τι τολμήσῃς. 
ἄλλους ἀλωπέκιζε τοὺς ἀπειρήτους, 
ἄλλους δὲ βασιλεῖς αἱρέτιζε καὶ ποίει.» 
τῆς δ᾿ οὐκ ἐτρέφθη θυμός, ἀλλ᾿ ὑποβλήδην 
«οὕτως αγεννής» φησί «καὶ φόβου πλήρης 
πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις; 
ὁ μὲν λέων σοι συμφέροντα βουλεύων, 
μέλλων τ᾿ ἐγείρειν τῆς πάροιθε νωθείης, 
ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνῄσκων· 
ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν, 
ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις. 
σὺ δ᾿ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου, 
βίῃ δ᾿ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης. 
καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται, 
λίην ἄπιστον πειράσας σε καὶ κούφην, 
βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν. 
οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω; 
ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ. 
ἀλλ᾿ ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναίη, 
μηδ᾿ ἐπτόησο πρόβατον οἷον ἐκ ποίμνης. 
ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας, 
οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν, 
ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλ᾿ ὑπ᾿ εὐνοίης 
τίθησι πάντων κυρίην σε τῶν ζώων.» 
τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην 
ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. 
ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη, 
λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην, 
σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνων, 
καὶ σπλάγχνα δάπτων· ἡ δ᾿ ἀγωγὸς εἱστήκει 
πεινῶσα θήρης, καρδίην δὲ νεβρείην 
λάπτει, πεσοῦσαν ἁρπάσασα λαθραἰως, 
καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει. 
λέων δ᾿ ἕκαστον ἐγκάτων ἀριθμήσας 
μόνην ἀπ᾿ ἄλλων καρδίην ἐπεζήτει, 
καὶ πᾶσαν εὐνήν, πάντα δ᾿ οἶκον ἠρεύνα. 
κερδὼ δ᾿ ἀπαιολῶσα τῆς ἀληθείης, 
«οὐκ εἶχε πάντως» φησί «μὴ μάτην ζήτει. 
ποίην δ᾿ ἔμελλε καρδίην ἔχειν, ἥτις 
ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;

Babrius 96 = Perry 98

Λύκος παρῄει θριγκόν, ἔνθεν ἐκκύψας 
ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. 
κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων· 
«ὁ τόπος μ᾿ ἐλοιδόρησε, μὴ σὺ καυχήσῃ.» 
[Ὁ μῦθος ὀρθῶς πᾶσι τοῦτο μηνύει, 
μηδεὶς διὰ καιρὸν ἰσχύων τι γαυρούσθω.]

Babrius 98 = Perry 140

Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης 
παρὰ πατρὸς ἐμνήστευε. τῷ δ᾿ ὁ πρεσβύτης 
οὐδέν τι δύσνουν οὐδ᾿ ὅπουλον ἐμφήνας 
«δίδωμι γῆμαι» φησι «καὶ διδοὺς χαίρω· 
τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει; 
φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων· 
σὺ δ᾿ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δ᾿ ἥμιν 
φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει 
ἀφόβως περιλαβεῖν; τίς δ᾿ ἰδοῦσα μὴ κλαύσῃ; 
πρὸς ταῦτα δὴ σκόπησον, εἰ γάμου χρῄζεις, 
μηδ᾿ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου.» 
ὁ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας 
ἐξεῖλε τοὺς ὀδόντας, εἶθ᾿ ὑπὸ σμίλης 
ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας 
τὴν παῖδ᾿ ἀπῄτει. τὸν δ᾿ ἕκαστος ἠλοία, 
ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων, 
ἔκειτο δ᾿ ἀργὸς ὥσπερ ὗς ἀποθνῄσκων, 
γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην 
σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις 
ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων. 
[Αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας, 
ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδῃ.

Babrius 99 = Perry 335

λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει 
κοινωνὸς εἶναι. χὠ λέων «τί κωλύει;» 
πρὸς αὐτὸν εἶπεν, «ἀλλ᾿ ἐπ᾿ ἐνεχύρῳ δώσεις 
τὠκυπτέρω σου μὴ μεθιέναι πίστιν· 
πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;»

Babrius 100 = Perry 346

Λύκῳ συνήντα πιμελὴς κύων λίην. 
ὁ δ᾿ αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτως 
μέγας κύων ἐγενετο καὶ λίπους πλήρης. 
«ἄνθρωπος» εἶπε «δαψιλής με σιτεύει.» 
«ὁ δέ σοι τράχηλος» εἶπε «πῶς ἐλευκώθη;» 
«κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ, 
ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας.» 
λύκος δ᾿ ἐπ᾿ αὐτῷ καγχάσας «ἐγὼ τοίνυν 
χαίρειν κελεύω» φησί «τῇ τρυφῇ ταύτῃ, 
δι᾿ ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει.»

Babrius 101 = Perry 344

Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, 
λέοντα δ᾿ αὐτὸν ἐπεκάλουν. ὁ δ᾿ ἀγνώμων 
τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων 
ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. 
κερδὼ δ᾿ ἐπισκώπτουσα «μὴ φρενωθείην» 
ἔφη «τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης· 
σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, 
ἐν δ᾿ αὖ λεόντων συγκρίσει λύκος γίνῃ.»

Babrius 102 = Perry 334

Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης 
οὐδ᾿ ὠμὸς οὐδὲ πάντα τῇ βίῃ χαίρων, 
πρηῢς δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων. 
ἐπὶ τῆς ἐκείνου φασὶ δὴ δυναστείης 
τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζώων, 
δίκας τε δοῦναι καὶ λαβεῖν παρ᾿ ἀλλήλων. 
τὰ ζῷα πάντα δ᾿ ὡς ὑπέσχον εὐθύνας, 
λύκος μὲν ἀρνί, πάρδαλις δ᾿ ἐπ᾿ αἰγάγρῳ, 
ἐλάφῳ δὲ τίγρις, πάντα δ᾿ εἶχεν εἰρήνην, 
ὁ πτὼξ λαγωὸς εἶπεν «ἀλλ᾿ ἐγὼ ταύτην 
τὴν ἡμέρην ἀεί ποτ᾿ ηὐχόμην, ἥτις 
καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει.»

Babrius 103 = Perry 142

Λέων ἐπ᾿ ἄργην οὐκέτι σθένων βαίνειν 
-- πολλῷ γὰρ ἤδη τῷ χρόνῳ γεγηράκει -- 
κοίλης ἔσω σπήλυγγος οἷά τις νούσῳ 
κάμνων ἐβέβλητ᾿ οὐκ ἀληθὲς ἀσθμαίνων, 
φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων. 
θηρῶν δ᾿ ἐπ᾿ αὐλὰς ἦλθεν ἄγγελος φήμη, 
καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου, 
ἐπισκοπήσων δ᾿ εἷς ἕκαστος εἰσῄει. 
τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως 
κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει. 
σοφῆ δ᾿ ἀλώπηξ ὑπενόησε καὶ πόρρω 
σταθεῖσα «βασιλεῦ, πῶς ἔχεις;» ἐπηρώτα. 
κἀκεῖνος εἶπε «χαῖρε, φιλτάτη ζώων· 
τί δ᾿ οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ; 
δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις 
παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης.» 
«σώζοιο» φησίν, «ἢν δ᾿ ἄπειμι, συγγνώσῃ· 
πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει, 
ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις.» 
Μακάριος ὅστις οὐ προλαμβάνει πταίσας, 
ἀλλ᾿ αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη.

Babrius 104 = Perry 332

Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσας 
ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας 
πρόδηλον εἶναι μακρόθεν πεποιήκει. 
ὁ κύων δὲ τὸν κώδωνα δι᾿ ἀγορῆς σείων 
ἠλαζονεύετ᾿· ἀλλὰ δὴ κύων γραίη 
πρὸς αὐτὸν εἶπεν «ὦ τάλαν, τί σεμνύνῃ; 
οὐ κόσμον ἀρετῆς τοῦτον οὐδ᾿ ἐπιεικείης, 
σαυτοῦ δ᾿ ἔλεγχον τῆς πονηρίης κρούεις.»

Babrius 105 = Perry 347

Λύκος ποτ᾿ ἄρας πρόβατον ἐκ μέσης ποίμνης 
ἐκόμιζεν οἴκαδ᾿· ᾧ λέων συναντήσας 
ἀπέσπας᾿ αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω 
«ἀδίκως μ᾿ ἀφείλω τῶν ἐμῶν» ἐκεκράγει. 
λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων 
«σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη;»

Babrius 106 = Perry 337

Λέων ποτ᾿ ἀνδρῶν βίον ἄριστον ἐζήλου, 
καὶ δὴ κατ᾿ εὐρὺν φωλεὸν διατρίβων, 
ὅσων ἀρίστην ὀριτρόφων φύην ἔγνω, 
φιλοφρονεῖσθαι γνησίως ἐπειράθη. 
πολὺς δ᾿ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων 
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη· 
ὁ δ᾿ εἱστία τε κἀφίλει νόμῳ ξείνων, 
ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη. 
φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, 
μεθ᾿ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει. 
γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων 
κρεῶν τε συσσίτοισι διανέμων μοίρας· 
ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, 
ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ, 
ὅπερ εἶχεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· 
κερδὼ δ᾿ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. 
καὶ δή ποτ᾿ αὐτὴν προσποιητὰ σιγῶσαν 
δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν 
λέων τίν᾿ εἶχεν αἰτίην διηρώτα· 
«κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης· 
φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.» 
ἡ δ᾿ εἶπεν «ὦ φέριστε θηρίων γέννης, 
πολλῇ μερίμνῃ καρδίην διαξαίνω· 
οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, 
τὰ δ᾿ ἔπειτα» φησί «προσκοπουμένη κλαίω. 
καθ᾿ ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτ᾿ ἄλλος 
ξένος πελάζοι, τοῦτο δ᾿ εἰς ἔθος βαίνοι, 
τάχ᾿ οὐδ᾿ ἑώλων γεύσομαι κρεῶν ἤδη.» 
ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας 
εἶπεν «πιθήκῳ ταῦτα μηδ᾿ ἐμοὶ μέμφου.»

Babrius 107 = Perry 150

Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν· 
ὁ δ᾿ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων· 
τοιοῖσδε μύθοις ἱκέτευε τονθρύζων 
«ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους 
θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν· 
μυὸς δὲ δεῖπνον οὐδ᾿ ἄκρων ἐπιψαῦσαι 
χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου. 
ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω.» 
γελάσας δ᾿ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν· 
καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις 
ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη. 
ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας, 
στερρόν τ᾿ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας, 
ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι 
ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας. 
[Σαφὴς ὁ μῦθος εὖ νοοῦσιν ἀνθρώποις, 
σώζειν πένητας, μηδὲ τῶν ἀπελπίζειν, 
εἰ καὶ λέοντα μῦς ἔσως᾿ ἀγρευθέντα.]

Babrius 108 = Perry 352

Μυῶν ὁ μέν τις βίον ἔχων ἀρουραῖον, 
ὁ δ᾿ ἐν ταμείοις πλουσίοισι φωλεύων, 
ἔθεντο κοινὸν τὸν βίον πρὸς ἀλλήλους. 
ὁ δ᾿ οἰκόστιτος πρότερος ἦλθε δειπνήσων 
ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης· 
τρώγων δ᾿ ἀραιὰς καὶ διαβρόχους σίτου 
ῥίζας, μελαίνῃ συμπεφυρμένας βώλῳ, 
«μύρμηκος» εἶπε «ζῇς βίον ταλαιπώρου, 
ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων. 
ἐμοὶ δ᾿ ὑπάρχει πολλὰ καὶ περισσεύει· 
τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείης. 
εἴ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσῃ, 
παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην.» 
ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας 
εἰς οἶκον ἐλθεῖν ὑπό τε τοῖχον ἀνθρώπου. 
ἔδειξε δ᾿ αὐτῷ, ποῦ μὲν ἀλφίτων πλήθη, 
ποῦ δ᾿ ὀσπρίων ἦν σωρὸς ἢ πίθοι σύκων, 
στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων. 
ὁ δ᾿ ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη 
καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων, 
ἀνέῳξε τὴν θύρην τις· ὁ δ᾿ ἀποπηδήσας 
στεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης, 
ἄσημα τρίζων τόν τε πρόξενον θλίβων. 
μικρὸν δ᾿ ἐπισχὼν εἶτ᾿ ἔσωθεν ἐκκύψας 
ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης· 
ἕτερος δ᾿ ἐπῆλθεν ἄλλο τι προαιρήσων· 
οἱ δ᾿ ἔνδον ἐκρύβοντο. μῦς δ᾿ ἀρουρίτης 
«τοιαῦτα δειπνῶν» εἶπε «χαῖρε καὶ πλούτει, 
καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις, 
ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων. 
ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, 
ὑφ᾿ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω.»

Babrius 109 = Perry 322

«Μὴ λοξὰ βαίνειν» ἔλεγε καρκίνῳ μήτηρ, 
«ὑγρῇ τε πέτρῃ πλάγια κῶλα μὴ σύρειν.» 
ὁ δ᾿ εἶπε «μῆτερ ἡ διδάσκαλος, πρώτη 
ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω.»

Babrius 110 = Perry 330

Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης 
εἶπεν «τί χάσκεις; πάνθ᾿ ἕτοιμά σοι ποίει· 
μετ᾿ ἐμοῦ γὰρ ἥξεις.» ἡ δὲ δεσπότην κέρκῳ 
σαίνουσά φησι «πάντ᾿ ἔχω· σὺ δηθύνεις.»

Babrius 111 = Perry 180

Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη, 
τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους, 
τούτους πρίασθαι, φορτίσας τε γενναίως 
τὸν ὄνον κατῆγε. τῆς δ᾿ ὁδοῦ προκοπτούσης 
ὤλισθεν ἄκων εἴς τι ῥεῖθρον ἐξαίφνης 
καὶ συντακέντων τῶν ἁλῶν ἐλαφρύνθη, 
ῥᾴων δ᾿ ἀνέστη καὶ παρῆν ἀμοχθήτως 
εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας, 
πάλιν γομώσων τὸν ὄνον ἦγε καὶ πλείω 
ἔτ᾿ ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας 
διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρώην, 
ἑκὼν κατέπεσε, καὶ πάλιν γόμους τήξας 
κούφως ἀνέστη, γαῦρος ὥς τι κερδήσας. 
ὁ δ᾿ ἔμπορος μὲν ἐπενόησε, καὶ πλείστους 
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους 
ἐκ τῆς θαλάσσης, τοὺς δ᾿ ἅλας μεμισήκει. 
ὁ δ᾿ ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ, 
ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων 
διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη, 
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις. 
[Πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.]

Babrius 112 = Perry 353

Μῦς ταῦρον ἔδακεν. ὁ δ᾿ ἐδίωκεν ἀλγήσας 
τὸν μῦν· φθάσαντος δ᾿ εἰς μυχὸν φυγεῖν τρώγλης, 
ὤρυσς᾿ ἐνεστὼς τοῖς κέρασι τοὺς τοίχους, 
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη 
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας 
ὁ μῦς ἐφέρπει καὶ πάλιν δακὼν φεύγει. 
ὁ δ᾿ εξαναστὰς οὐκ ἔχων ὃ ποιήσει 
διηπορεῖτο. τῷ δ᾿ ὁ μῦς ἐπιτρύξας· 
«οὐχ ὁ μέγας ἀεὶ δυνατός· ἔσθ᾿ ὅπου μᾶλλον 
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.»

Babrius 113 = Perry 365

Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης 
κνηκὸν μετ᾿ αὐτῶν λύκον ἔμελλε συγκλείειν. 
ὁ κύων δ᾿ ἰδὼν πρὸς αὐτὸν εἶπε «πῶς σπεύδεις 
τὰ πρόβατα σῶσαι, τοῦτον εἰσαγὼν ἥμιν;»

Babrius 114 = Perry 349

Μεθύων ἐλαίῳ λύχνος ἐσπέρης ηὔχει 
πρὸς τοὺς παρόντας, ὡς Ἑωσφόρου κρείσσων, 
ἅπασι φέγγος ἐκπρεπέστατον λάμπει. 
ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη 
πνοιῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων 
εἶπέν τις αὐτῷ «φαῖνε, λύχνε, καὶ σίγα· 
τῶν ἀστέρων τὸ φέγγος οὐκ ἀποθνῄσκει.»

Babrius 115 = Perry 230

Νωθὴς χελώνη λιμνάσιν ποτ᾿ αἰθυίαις 
λάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις· 
«κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκει.» 
τῇ δ᾿ ἐντυχὼν ἔλεξεν αἰετὸς σκώπτων· 
«πόσον, χέλυμνα, μισθὸν αἰετῷ δώσεις, 
ὅστις ς᾿ ἐλαφρὴν καὶ μετάρσιον θήσω;» 
«τὰ τῆς Ἐρυθρῆς πάντα δῶρά σοι δώσω.» 
«τοιγὰρ διδάξω» φησίν. ὑπτίην δ᾿ ἄρας 
ἔκρυψε νέφεσιν, ἔνωεν εἰς ὄρος ῥίψας 
ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων. 
ἡ δ᾿ εἶπεν ἐκψύχουσα «σὺν δίκῃ θνῄσκω· 
τί γὰρ νεφῶν μοι, καὶ τίς ἦν πτερῶν χρείη, 
τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;»

Babrius 116 = Perry 350

Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως. 
γυνὴ δ᾿ ἀκούει τοῦδε, κἀξαναστᾶσα 
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα 
λαμπρῆς σελήνης ἐν φάει καλὸν λίην, 
τὸν ἄνδρ᾿ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι 
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω 
ἐλθοῦς᾿ ἐποίει τὴν προθυμίην πλήρη. 
ὡνήρ δὲ ταύτης ἐξανίστατ᾿ ἐξαίφνης 
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω 
μηδὲν χανών τε καὐτὸς ἦλθεν εἰς οἶμον. 
καὶ τῇ συνεύνῳ φησί «μηδὲν ἐκπλήσσου, 
τὸν παῖδα δ᾿ ἡμῶν πεῖσον ἐν δόμοις εὕδειν.» 
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, 
ἄμφω θελόντων δρᾶν τι, τῇδ᾿ ἐρᾳθύμει. 
Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, 
κακὸν ἐπιχαίνειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.

Babrius 117 = Perry 306

Νεώς ποτ᾿ αὐτοῖς ἀνδράσιν βυθισθείσης, 
ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν· 
ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ, 
πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνῄσκειν. 
καὶ ταῦθ᾿ ὁμοῦ λέγοντος, οἷα συμβαίνει, 
πολλῶν ἐπ᾿ αὐτὸν ἑσμὸς ἦλθε πυρμήκων, 
σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν· 
ὑφ᾿ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους. 
Ἑρμῆς δ᾿ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων 
«εἶτ᾿ οὐκ ἀνέξῃ» φησί «τοὺς θεοὺς εἶναι 
ὑμῶν δικαστὰς οἷος εἶ σὺ μυρμήκων;»

Babrius 118 = Perry 227

Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων, 
ἔαρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ, 
ὅπου γερόντων οἶκος ἦν δικαστήρων· 
κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ. 
[οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων] 
ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης 
ἅπαντας ἑξῆς ἔφαγεν. ἡ δὲ δειλαίη 
παίδων ἀώρους συμφορὰς ἐπεθρήνει, 
«οἴμοι» λέγουσα, «τῆς ἐμῆς ἐγὼ μοίρης· 
ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, 
ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.»

Babrius 119 = Perry 285

Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης. 
σπένδων δὲ τούτῳ καὶ καθ᾿ ἡμέρην θύων 
ἔπρασσε φαύλως. τῷ θεῷ δ᾿ ἐθυμώθη, 
χαμαὶ δ᾿ ἀπεκρότησε τοῦ σκέλους ἄρας. 
χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης, 
ὃν συλλέγων ἅνθρωπος εἶπεν «Ἑρμεία, 
σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων, 
ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἥμας, 
ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω. 
τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν.» 
[Καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις, 
βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους. 
πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας, 
ἀτιμάσας δ᾿ ἂν αὐτὸν ὠφεληθείης.]

Babrius 120 = Perry 289

Ὁ τελμάτων ἔνοικος ὁ σκιῇ χαίρων, 
ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρ᾿ αὐρίποις, 
εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζώοις· 
«ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, 
οἵων ταχ᾿ οὐδεὶς οἶδεν, οὐδ᾿ ὁ Παιήων, 
ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.» 
«καὶ πῶς» ἀλώπηξ εἶπεν «ἄλλον ἰήσῃ, 
ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σώζεις;»

Babrius 121 = Perry 7

Ὄρνις ποτ᾿ ἠσθένησε. τῇ δὲ προσκύψας 
αἴλουρος εἶπε «πῶς ἔχεις; τίνων χρῇζεις; 
ἐγὼ παρέξω πάντα σοι· μόνον σώζου.» 
ἡ δ᾿ «ἢν ἀπέλθῃς» εἶπεν «οὐκ ἀποθνῄσκω.»

Babrius 122 = Perry 187

Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει· 
λύκον δ᾿ ἰδὼν παρόντα καὶ σαφῆ δείσας 
ὄλεθρον οὕτως εἶπεν· «ὦ λύκε, θνῄσκω, 
μέλλω τ᾿ ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω· 
σὺ μᾶλλον ἤ γὺψ ἢ κόραξ με δειπνήσεις. 
χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφην 
ἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας, 
ὥς μου κατέλθῃ πνεῦμ᾿ ἀναλγὲς εἰς Ἅιδου.» 
κἀκεῖνος εἰπών «χάριτος οὐ φθονῶ ταύτης» 
ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. 
ὁ δ᾿ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης 
τὸν κνηκίην χάσκοντα λακτίσας φεύγει, 
ῥῖνας μέτωπα γομφίους τ᾿ ἀλοιήσας. 
«οἴμοι» λύκος «τάδ᾿» εἶπε «σὺν δίκῃ πάσχω· 
τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, 
μαθὼν ἀπ᾿ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;»

Babrius 123 = Perry 87

Ὄρνιθος ἀγαθῆς ᾠὰ χρυσᾶ τικτούσης 
ὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσειν 
χρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν· 
θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαις 
τὰ πάνθ᾿ ὁμοίην οὖσαν. ἀθρόως δ᾿ ἕξειν 
μέγιστον ὄλβον ἐλπίσας τε καὶ σπεύσας 
ἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.

Babrius 124 = Perry 361

Ὀρνιθοθήρῃ φίλος ἐπῆλθεν ἐξαίφνης, 
μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν. 
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. 
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, 
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. 
ὁ δ᾿ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι· 
«τὸ λοιπόν, ὦ τᾶν, δικτύῳ τί ποιήσεις, 
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει 
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; 
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;» 
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην 
ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη. 
ὁ δ᾿ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας· 
«πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, 
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ 
πότ᾿ ἐννυχεύει χρυσότοξος Ὠπίων; 
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, 
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;» 
κἀκεῖνος εἶπεν· «οἶσθα χρησίμους ὥρας· 
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει.»

Babrius 125 = Perry 359

Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων 
τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων 
ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων. 
ὁ δ᾿ ὄνος πρὸς αὐτόν, ὡς τὸ νῶτον ἠλγήκει, 
«καὶ μὴν πίθηκος ἐχθές» εἶπε «καὶ πρώην 
ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.»

Babrius 126 = Perry 355

Ὁδοιπορῶν ἄνθρωπος εἰς ἐρημαίην 
ἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην, 
καί φησιν αὐτῇ «διὰ τίν᾿ αἰτίην, γραίη, 
τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίην ναίεις;» 
ἡ δ᾿ εὐθὺ πρὸς τάδ᾿ εἶπεν ἡ βαθυγνώμων· 
«ἐν τοῖς παλαιοῖς παρ᾿ ὀλίγοισιν ἦν ψεῦδος, 
νῦν δ᾿ εἰς ἅπαντας ἐξελήλυθ᾿ ἀνθρώπους.» 
[Εἰ δ᾿ ἔστιν εἰπεῖν καὶ βεβούλησαι κλύειν, 
ὁ νῦν βίος πονηρός ἐστιν ἀνθρώπων.]

Babrius 127 = Perry 313

-- Ὁ Ζεὺς τὸν Ἑρμῆν ὀστράκοισιν ἐγγράψαι 
ἁμαρτίας τε κἀδικήματ᾿ ἀνθρώπων 
ἐκέλευσε κἀς κιβωτὸν αὐτὰ σωρεύειν 
σταθεῖσαν αὐτοῦ πλησίην, ἐρευνήσας -- 
ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. 
τῶν ὀστράκων δὲ κεχυμένων ἐπ᾿ ἀλλήλοις 
τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει 
εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτ᾿ εὐθύνοι. 
τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν 
ἢν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.

Babrius 128 = Perry 356

Ὄϊς τις εἶπε πρὸς νομῆα τοιαῦτα· 
«κείρεις μὲν ἡμᾶς καὶ πόκους ἔχεις κέρσας, 
τὸ γάλα δ᾿ ἀμέλγων ἔστι σοι φίλον πῆξαι, 
ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει. 
πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἠ τροφὴ γαίης 
ἅπας᾿· ἐν ὄρεσι δ᾿ εὐθαλὲς τί γεννᾶται; 
βοτάνη γ᾿ ἀραιὴ καὶ δρόσου γεμισθεῖσα. 
τὴν κύνα δὲ φέρβεις ἧμιν ἐν μέσοις ταύτην 
τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ.» 
τούτων ἀκούσας᾿ ἡ κύων ἔφη τοῖα· 
«εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην, 
οὐκ ἄν ποθ᾿ ὑμεῖς ἔσχετ᾿ ἄφθονον ποίην· 
ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω 
δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα.»

Babrius 129 = Perry 91

Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον, 
τὸ κυνίδιον δ᾿ ἔχαιρε παῖζον εὐρύθμως, 
τὸν δεσπότην τε ποικίλως περισκαῖρον· 
κἀκεῖνος αὖ κατεῖχεν αὐτὸ τοῖς κόλποις. 
ὁ δ᾿ ὄνος γ᾿ ἔκαμνεν ἑσπέρης ἀλετρεύων 
πυρὸν φίλης Δήμητρος, ἡμέρης δ᾿ ὕλην 
κατῆγ᾿ ἀφ᾿ ὕψους, ἐξ ἀγροῦ θ᾿ ὅσων χρείη· 
καὶ μὴν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης 
ἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει. 
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας, 
σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ, 
φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας 
ἐς μέσσον αὐλῆς ἦλθ᾿ ἄμετρα λακτίζων. 
σαίνων δ᾿ ὁποῖα καὶ θέλων περισκαίρειν, 
τὴν μὲν τράπεζαν ἔθλας᾿ ἐς μέσον βάλλων 
ἅπαντα δ᾿ εὐθὺς ἠλόησε τὰ σκεύη· 
δειπνοῦντα δ᾿ ἰθὺς ἦλθε δεσπότην κύσσων, 
νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου 
θεράποντες ἐν μέσοισιν ὡς τὸν ἄνδρ᾿ εἶδον, 
ἐσάωσαν αὐτὸν ἐξ ὄνου γνάθων ὄντως· 
κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων 
ἔθεινον, ὥστε καὐτὸς ὕστατ᾿ ἐκπνείων 
«ἔτλην» ἔλεξεν «οἷα χρή με, δυσδαίμων· 
τί γὰρ παρ᾿ οὐρήεσσιν οὐκ ἐπωλεύμην, 
βαιῷ δ᾿ ὁ μέλεος κυνιδίῳ παρισούμην;»

Babrius 130 = Perry 345

Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσα 
βουλὰς ἐκίνει ποικίλας, τί ποιήσει. 
λύκος δὲ ταύτην πλησίος θεωρήσας 
ἐγγὺς προσελθὼν τὸ κρέας λαβεῖν ᾔτει. 
ἡ δ᾿ εἶπεν «ἦκε τῇδε καὶ δέχου χαίρων· 
φίλος γὰρ εἶ μοι τῶν ἄγαν ἀναγκαίων.» 
ὁ δ᾿ ἀθρόως ἐπῆλθεν· ὡς δὲ προσκύψας 
τὸ σκυτάλιον τ᾿ ἔσεισε καὶ χαλασθείσης 
ῥάβδου μέτωπα σύν τε ῥῖνας ἐπλήγη, 
«ἀλλ᾿ εἰ τοιαῦτα» φησί «τοῖς φίλοις δώσεις 
τὰ δῶρα, πῶς σοί τις φίλος συναντήσει;»

Babrius 131 = Perry 169

Νέος ἐν κύβοισιν οὐσίην ἀναλώσας 
στολὴν ἑαυτῷ κατέλιπεν μίαν μούνην, 
χειμῶνος ὄντος μὴ πάθοι τι ῥιγώσας. 
ἀλλ᾿ αὐτὸν ἡ χεὶρ ἐξέδυσε καὶ ταύτης. 
πρὸ γὰρ εἴαρος λιποῦσα τὰς κάτω Θήβας 
ἐφάνη χελιδὼν ἐκπεσοῦσα τῆς ὥρης· 
ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης 
«τί μοι περισσῶν» εἶπε «φαρέων χρείη;» 
ἰδοὺ χελιδὼν ἥδε· καῦμα σημαίνει.» 
ὡς δ᾿ εἶπεν, ἐλθὼν τοῖς κύβοισιν ὡμίλει 
καὶ σμικρὰ παίξας τὴν στολὴν ἐνικήθη. 
νιφετὸς δ᾿ ἐπῆλθε καὶ χάλαζα φρικώδης, 
κροκύδος δὲ καινῆς πᾶσιν ἦν τότε χρείη. 
γυμνὸς δ᾿ ἐκεῖνος τῆς θύρης ὑπεκκύψας 
καὶ τὴν λάλον χελιδόν᾿ αὖ κατοπτεύσας 
πεσσῦσαν ὥσπερ στρουθίον τι τῷ ψύχει 
«τάλαινα» φησίν «εἴθε μοι τότ᾿ οὐκ ὤφθης· 
ὡς γὰρ σεαυτὴν κἀμὲ νῦν διεψεύσω.»

Babrius 132 = Perry 261

Ὄις μονήρης λύκον ἔφευγεν ἐξαίφνης 
ἰδοῦσα, σηκοῦ δ᾿ ἐντὸς ἦλθεν ἀκλείστου· 
θυσίη γὰρ ἦν τις κατὰ τύχην ἑορταίη. 
ὁ λύκος δ᾿ ἔσω μὲν οὐ παρῆλθε τοῦ τείχους, 
ἔξω δ᾿ ἐφεστὼς τὴν ὄιν καθωμίλει 
«ὁρᾷς» λέγων «τὸν βωμὸν αἵματος πλήρη; 
ἔξελθε, μή τις συλλάβῃ σε καὶ θύσῃ.» 
ἡ δ᾿ εἶπε «μή μου τῆς ἀσυλίης κήδου· 
καλῶς ἔχει μοι· κἂν δὲ τοῦτο συμβαίνῃ, 
θεοῦ γενοίμην σφάγιον ἢ λύκου θοίνη.»

Babrius 133 = Perry 360

Ὄνος παλιούρων ἤσθι᾿ ὀξέην χαίτην. 
τὸν δ᾿ εἶδ᾿ ἀλώπηξ, ἑρπύσασα δ᾿ εἰρήκει· 
«πῶς, οὗτος, ἁπαλῇ κἀξανειμένῃ γλώσσῃ 
σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις;»

Babrius 134 = Perry 362

Οὐρή ποτ᾿ ὄφεως οὐκέτ᾿ ἠξίου πρώτην 
κεφαλὴν βαδίζειν οὐδ᾿ ἐφείπεθ᾿ ἑρπούσῃ· 
«κἀγὼ γάρ» εἶπεν «ἐν μέρει προηγοίμην.» 
τὰ λοιπὰ δὲ μέλε᾿ εἶπεν «οὐχὶ σιγήσῃ; 
πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμας 
ἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζώων 
τὰ πορευτὰ βαίνει πᾶν τε κῶλον εὐθύνει;» 
τὴν δ᾿ οὐκ ἔπειθε, τὸ φρονοῦν δ᾿ ἐνικήθη 
τῷ μὴ φρονοῦντι· λοιπὸν ἦρχε τῶν πρώτων 
τὤπισθεν, οὐρὴ δ᾿ ἡγεμὼν καθειστήκει 
σύρουσα τυφλῇ πᾶν τὸ σῶμα κινήσει· 
κοῖλον δὲ πέτρης εἰς βάραθρον ἠνέχθη 
καὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει. 
σαίνουσα δ᾿ ἑκέτευεν ἡ πρὶν αὐθάδης· 
«δέσποινα κεφαλή, σῶσον εἰ θέλεις, ἥμας· 
κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην. 
εἰς πρῶτον οὖν μᾶλλόν με σοι καθιστάσῃ 
ἐγὼ προσέξω,» φησί, «μή ποτ᾿ ἀρχούσης 
ἐμοῦ τι δόξῃς ὕστερον κακῶν κύρειν.»

Babrius 135 = Perry 244

Πέρδικά τις πριάμενος ἐντρέχειν οἴκῳ 
ἀφῆκεν· ἡδέως γὰρ εἶχε τοῦ ζώου. 
κἀκεῖνος εὐθὺς κλαγγὸν ἐξ ἔθους ᾄδων 
πᾶσαν κατ᾿ αὐλὴν ἄχρι βημάτων ᾔει. 
γαλῆ πρὸς αὐτὸν ἡπίβουλος ὡρμήθη 
καὶ πρῶτον εἶπε «τίς μὲν εἶ, πόθεν δ᾿ ἥκεις;» 
ὁ δ᾿ «ἠγόρασμαι» φησί «προσφάτως πέρδιξ.» 
«ἐγὼ χρόνον τοσοῦτον ἐνθαδὶ τρίβω 
καὶ μ᾿ ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ, 
ἀλλ᾿ ἡσυχάζω καὶ πρὸς ἑστίην εὕδω· 
σὺ δ᾿ ἄρτι πως ὠνητός, ὡς λέγεις, ἥκων 
παρρησιάζῃ» φησί «καὶ κατακρώζεις;»

Babrius 136 = Perry 363

Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτης 
γενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν. 
τοῦτον καθ᾿ ὕπνους ὑπὸ λέοντος ᾠήθη 
θανόντα κεῖσθαι· καὶ φοβούμενος μήπως 
ὕπαρ γένηται καὶ τὸ φάσμ᾿ ἀληθεύσῃ, 
κάλλιστον οἶκον ἐξελέξατ᾿ ἀνδρῶνα, 
ὑψηλὸν, εὔδμητόν τε χἠλίου πλήρη, 
κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας. 
χὤπως ἔχῃ τι βουκόλημα τῆς λύπης 
ἐνέθηκε τοίχοις ποικίλας γραφὰς ζώων, 
ἐν οἷς ἅπασι καὶ λέων ἐμορφώθη. 
ὁρῶντα δ᾿ αὐτὸν μᾶλλον εἶχεν ἡ λύπη 
καὶ δή ποθ᾿ ἑστὼς τοῦ λέοντος οὐ πόρρω 
«κάκιστε θηρῶν» εἶπεν «ὡς σὺ τὸν ψεύστην 
ὄνειρον ἄλλως ὄμμασιν πατρὸς δείξας 
ἔχεις με φρουρῇ περιβαλὼν γυναικείῃ. 
τί δὴ ῾πὶ σοὶ λόγοισιν εἶμι κοὐκ ἔργον 
ποιῶ βίαιον;» τῷ δὲ φρουρίου τοίχῳ 
ἐπέβαλε χεῖρας τὸν λέοντα τυφλώσων, 
σκόλοψ ἀποσχισθείς δὲ τοῦ ξύλου τούτῳ 
ἔδυν᾿ ὑπ᾿ ὄνυχα, χὠ πατὴρ καθαιμώδους 
φλογώσεως τὰς σάρκας εὐθὺς εἰσδύσης 
ἅπαντα ποιῶν ἤνυς᾿ οὐδὲν ὁ τλήμων· 
θέρμη δ᾿ ἐπ᾿ αὐτοῖς υἱὸν ἄχρι βουβώνων 
ἀνῆψεν ὅστε τὸν βίον τελευτῆσαι. 
ὁ πρέσβυς οὕτως οὐκ ἔσωσε τὸν παῖδα 
μέλλοντα θνῄσκειν ὑπὸ λέοντος ἀψύχου. 
Ἅ σοι πέπρωται ταῦτα τλῆθι γενναίως 
καὶ μὴ σοφίζου· τὸ χρεὼν γὰρ οὐ φεύξῃ.

Babrius 137 = Perry 2

Ὄνυξιν ἄρας ἄρνα λιπαρὸν ἐκ ποίμνης 
ἤνεγκε παισὶν δεῖπνον αἰετὸς δώσειν· 
τὸ δ᾿ αὐτὸ πράξειν καὶ κολοιὸς ὡρμήθη. 
καὶ δὴ καταπτὰς ἀρνὸς ἐσχέθη νώτοις 
* * * * * * 
«δίκην δ᾿ ἀνοίης» εἶπεν «ἀξίως τίνω· 
τί γὰρ ὢν κολοιὸς αἰετοὺς ἐμιμούμην;»

Babrius 138 = Perry 265

Πέρδικά τις γεωργὸς ὃν τεθηρεύκει 
θύειν ἔμελλεν ἑσπέρης τι δειπνήσων. 
τὸν δ᾿ ἑκέτευε ταῦτα· «μὴ σὺ ποιήσῃς· 
πολλὰς ἐγώ σοι» φησί «δέσποτ᾿, ἢν ζήσω, 
πέρδικας ἄλλας ἀντ᾿ ἐμοῦ κυνηγήσω 
. . . . . . . . . ἀπατῶν . . . . . 
«μᾶλλόν σ᾿ ἐγὼ δι᾿ αἰτίην καλὴν θύσω, 
ὅτι τοὺς συναίμους καὶ φίλους ἐνεδρεύεις.»

Babrius 139 = Perry 358

Ὄνος λεοντῆν ἰσχίοις ἐφαπλώσας 
ἔφασκεν εἶναι πᾶσι φοβερὸς ἀνθρώποις· 
σκιρτῶν δ᾿ ἐπήδα, καὶ φυγὴ μὲν ἀνθρώπων 
δι᾿ αὐτὸν ἦν, φυγὴ δὲ ποιμνίων πάντων. 
ἀνέμου δ᾿ ἀέντος, τῆς δορῆς δὲ τοῦ νώτου 
ἀπορρυείσης ὄνος ἐὼν ἐφωράθη. 
καὶ τις πρὸς αὐτὸν εἶπε τῷ ξύλῳ παίων· 
«ὄνος πεφυκὼς μὴ λέοντα μιμήσῃ.»

Babrius 140 = Perry 373

Χειμῶνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων 
ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει. 
τέττιξ δὲ τοῦτον ἱκέτευε λιμώττων 
δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ. 
«τί οὖν ἐποίεις» φησί «τῷ θέρει τούτῳ;» 
«οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων.» 
γελάσας δ᾿ ὁ μύρμηξ τόν τε πυρὸν ἐγκλείων 
«χειμῶνος ὀρχοῦ» φησίν «εἰ θέρους ηὔλεις.»

Babrius 141 = Perry 164

Γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη 
ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων, 
ὅστις φέρῃ πτωχοῖσι καὶ πανουργοῦσιν 
πείνης ἄκος δίψης τε καὶ τὰ τῆς τέχνης. 
οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην 
περιιόντες ἔλεγον ᾖα· τίς γὰρ ἀγροίκων 
οὐκ οἶδεν Ἄττιν λευκὸν ὡς ἐπηρώθη; 
τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων 
ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; . . .

Babrius 142 = Perry 302

Αἱ δρῦς ποτ᾿ εἰς Ζηνὸς πρόσωπον ἐλθοῦσαι 
τοιῶνδε μύθων μεμπτικῶν ἐπειρῶντο· 
«ὦ Ζεῦ, γενάρχα καὶ πατὴρ φυτῶν πάντων, 
εἰ κοπτόμεσθα, πρὸς τί κἀξέφυς ἥμας;» 
πρὸς ταῦτα δ᾿ ὁ Ζεὺς μειδιῶν ἔλεξ᾿ οὕτως· 
«αὐταὶ καθ᾿ αὑτῶν εὐπορεῖτε τὴν τέχνην· 
εἰ μὴ γὰρ ὑμῖν στέλεα μάντ᾿ ἐγεννήθη, 
οὐκ ἂν γεωργῷ πέλεκυς ἐν δόμοις εἴη.»

Babrius 143 = Perry 176

Αἱ δρῦς ποτ᾿ εἰς Ζηνὸς πρόσωπον ἐλθοῦσαι 
τοιῶνδε μύθων μεμπτικῶν ἐπειρῶντο· 
«ὦ Ζεῦ, γενάρχα καὶ πατὴρ φυτῶν πάντων, 
εἰ κοπτόμεσθα, πρὸς τί κἀξέφυς ἥμας;» 
πρὸς ταῦτα δ᾿ ὁ Ζεὺς μειδιῶν ἔλεξ᾿ οὕτως· 
«αὐταὶ καθ᾿ αὑτῶν εὐπορεῖτε τὴν τέχνην· 
εἰ μὴ γὰρ ὑμῖν στέλεα μάντ᾿ ἐγεννήθη, 
οὐκ ἂν γεωργῷ πέλεκυς ἐν δόμοις εἴη.»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

loading...

Popular Posts Of The Week

Top best cpc cpm ppc ad network for publisher

Αναγνώστες

Translate

loading...
...
loading...
---------------------------------------------------------------------------