9.2.17

Αισώπου Μύθοι : Syntipas



Syntipas 1 = Perry 184

Ὄνος καὶ τέττιξ.
Ὄνος ἀκούσας φωνῆς τέττιγος ἡδέως αὐτῇ ἐπετέρπετο, καὶ τὸν τέττιγα ἐπηρώτα λέγων «τί ἄρα τρεφόμενος οὔτω γλυκεῖαν ἔχεις τὴν φωνήν;» ὁ δὲ τέττιξ τῷ ὄνῳ ἀντέφησεν «ἡ ἐμὴ τροφὴ ἀήρ ἐστι καὶ δρόσος.» ὁ δὲ ὄνος τούτου ἀκούσας τοῦ ρήματος ἐνόμισε μέθοδον εὑρηκέναι δι᾿ ἧς ὅμοιαν τῷ τέττιγι σχοίη φωνήν: καὶ τὸ στόμα εὐθὺς ἀνοίξας πρὸς τὸν ἀέρα κεχήνωτο ὡς δεξόμενος δῆθεν δρόσον εἰς διατροφήν, ἕως οὗ τῷ λιμῷ διεφθάρη.
Οὗτος ὁ μὺθος δηλοῖ ὅτι οὐ δεῖ τινα τὰ φυσικὰ τοῖς παρὰ φύσιν ἐξομοιοὺν καὶ τοῖς ἀδυνάτους ἀμφόνως ἐπιχειρεῖν.

Syntipas 2 = Perry 60

Ἄνθρωπος πένης καὶ θάνατος.
Ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε, κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεὶτο, λέγων «ὦ Θάνατε.» αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε καὶ πρὸς αὐτὸν ἔφη «τίνος χάριν ἐκάλεσάς με;» λέγει πρὸς αὐτὸν ὁ ἀνὴρ «ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.»
Οὗτος δηλοῖ ὅτι πάντες ἄνθρωποι φιλόζῳοι τυγχάνουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.

Syntipas 3 = Perry 229

Χελιδὼν καὶ κόραξ.
Χελιδὼν καὶ κόραξ περὶ κάλλους ἀλλήλοις ἐμάχοντο. καί φησιν ὁ κόραξ τῇ χελιδόνι «τὸ σὸν κάλλος ἐν μόνῳ τῷ ἔαρι καταφαίνεται, ἐν δὲ τῷ τοῦ χειμῶνος καιρῷ οὐ δύναται πρὸς τὸ ψύχος ἀντισχεῖν· τὸ δὲ ἐμὸν σῶμα καὶ τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους γενναίως ἀνθίσταται.»
Οὗτος δηλοῖ ὅτι ὑγεῖα καὶ ἰσχὺς σώματος κρείττων κάλλους καὶ ὡραιότητος πέφυκε.

Syntipas 4 = Perry 412

Ποταμοὶ καὶ θάλασσα.
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ «διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;» ἡ δὲ θάλασσα, ἰδοῦσα ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς «μή ἔρχεσθε καὶ μὴ γίνεσθε ἁλμυροί.»
Οὗτος παρίστησι τοὺς ἀκαίρως τινάς αἰτιωμένους καὶ παρ᾿ αὐτῶν μᾶλλον ὠφελουμένους.

Syntipas 5 = Perry 59

Γαλῆ καὶ ῥίνη.
Γαλῆ τις ἐν χαλκευτικῷ εἰσελήλυθεν ἐργαστηρίῳ, κἀκεῖσε ῥίνον εὑροῦσα σιδηροῦν τοῦτον ἱκανῶς ἀνέλιχεν, ὥστε τὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν καὶ δεινῶς ἐκδαμάζεσθαι καὶ ῥοὴν αἵματος ἀφιέναι. ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο, δοκοῦσα δῆθεν τὸν σίδηρον ἐκβιβρώσκειν, ἕως ἡ ταύτης γλῶττα παντελῶς ἐκδεδαπάνηται. Οὗτος ὁ μῦθος δηλοῖ ὅτι πράττων τις ἔργον ἀλυσιτελὲς ὡς ἐπωφελές, μᾶλλον καὶ τούτῳ δυσαποσπάστος προσκείμενος, ἐς ὕστερον ὑπ᾿ αὐτοῦ καταλυμαίνεται.

Syntipas 6 = Perry 404

Θηρευτὴς καὶ λύκος.
Ἀνήρ τις θηρευτής, λύκον θεασάμενος προσβάλλοντα τῇ ποίμνῃ καὶ πλεῖστα τῶν προβάτων ὡς δυνατὸν διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτὸν «ὦ δεινότατον θηρίον, ποῦ σου ἡ προλαβοῦσα ἰσχύς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης.»
Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.

Syntipas 7 = Perry 281

Ἀλέκτορες δύο καὶ ἀετός.
Δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν εἷς ἡττηθεὶς τόπῷ τινὶ ἐν παραβύστῳ ἀπεκρύβη, ὁ δὲ ἕτερος, τὴν νίκην ἀράμενος, ἐφ᾿ ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλα φρυαττόμενος καὶ τῇ νίκῃ ἐγκαυχώμενος, ἕως ἀετὸς καταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν.
Οὗτος δηλοῖ ὡς οὐ χρῄ τινα ἐπ᾿ εὐτυχίᾳ καὶ δυνάμει μέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.

Syntipas 8 = Perry 201

Περιστερὰ διψῶσα.
Περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ᾿ ὕδατος ζήτησιν τῇδε κἀκεὶσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχῳ ἐζωγραφημένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστόν, καὶ ἐλθοῦσα τοῦ πιεῖν τῷ τοίχῳ προσέκρουσε καὶ αὐτίκα τοῦ ζῆν ἀπερρήγνυτο. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν, ἐν ἑαυτῇ ἔλεγεν ὅτι «δυστυχὴς ὄντως ἐγὼ καὶ ἀθλία, ἐφ᾿ ᾧ ὕδατος γλιχομένη μὴ θανάτου ἐμνημόνευον.»
Οὗτος δηλοῖ ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλογίστου σπουδῆς καὶ ταχυτῆτος.

Syntipas 9 = Perry 2

Κόραξ ἀετὸν μιμούμενος.
Κόραξ ἀετὸν ἐθεάσατο ἄρνα τῆς ποίμνης ἀφαρπάζοντα καὶ ἠθέλησε δῆθεν τοῦτον ἐκμιμήσασθαι. ἰδὼν δὲ ἐν τῇ ποίμνῃ κριόν, ἐπειράθη τοῦτον ἁπράσαι. τῶν δέ ὀνύχων αὐτοῦ τῷ τοῦ κριοῦ συσχεθέντων ἐρίῳ, φθάσας ὁ ποιμνήν, καὶ τοῦτον πλήξας, ἀπέκτεινεν.
Οὗτος δηλοῖ ὡς ἀνίσχυρος ἀνήρ, τῷ δυνατωτέρῳ ἑαυτοῦ ἀφομοιοὺσθαι πειρώμενος, οὐ μόνον ἀσθενὴς εἶναι καὶ ἀφελὴς ἀπελέγχεται, ἀλλὰ καὶ κακῶς ἐξ ἀφροσύνης ἀποθνῄσκει.

Syntipas 10 = Perry 408

Λαγωὸς ἐν φρέατι καὶ ἀλώπηξ.
Λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν, ἀφ᾿ οὗ καὶ ἡ δέως πολὺ ἐπεπώκει. ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον, καὶ τὰ μέγιστα ηθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον εὑροῦσα ἔφη πρὸς αὐτόν «μεγάλως ὄντως ἐσφάλης· πρότερον γὰρ ὤφειλες βουλεύσασθαι πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν, εἶθ᾿ οὕτως ἐν αὐτῷ κατελθεῖν.»
Οὗτος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας καὶ μὴ συμβουλευομένους.

Syntipas 11 = Perry 414

Ταῦρος, λέαινα καὶ σύαγρος.
Ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν.
ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ πικρῶς αὐτὸν ἀπεκλαίετο. ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν «ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.»
Οὗτος δηλοῖ ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις ἀντιμετρηθήσεται αὐτῷ.

Syntipas 12 = Perry 49

Ποιμὴν καὶ λέων.
Ποιμήν τις ἀπολέσας ἓν τῶν προβάτων ἐδεήθη τοῦ θεοῦ συνθήκας ποιούμενος ὡς εἴ γε τοῦτο ἐφεύροι, ἕτερον ὑπὲρ αὐτοῦ εἰς θυσίαν προσάξει. περιερχόμενος δὲ ὁρᾷ τὸ αὐτὸ πρόβατον ὑπὸ λέοντος βιβρωσκόμενον, καὶ τοῦτο ἰδὼν ἐν ἑαυτῷ ἔλεγεν ὡς «εἰ μόνον τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, καὶ ἕτερον πρόβατον εἰς λύτρου δῶρον προσενέγκοιμι.»
Οὗτος δηλοῖ ὡς τὴν ἰδίαν ζωὴν πάντες ἄθρωποι παντὸς κέρδους καὶ πλούτου προτιμοτέραν ἔχουσιν.

Syntipas 13 = Perry 372

Λέων καὶ δύο ταῦροι.
Λέων προβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς «εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.» καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν.
Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦνντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ᾿ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Syntipas 14 = Perry 14

Ἀλώπηξ καὶ πίθηξ.
Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. παρερχόμενοι δὲ διά τινων μνημείων, ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι ὡς «πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν.» ἡ δὲ ἀλώπηξ λέγει τῷ πίθηκι «εὐχερῶς ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.»
Οὗτος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχονται, καὶ τοὺς προδήλως τὸ ψεύδος ἀντὶ ἀληθείας προσφέροντας.

Syntipas 15 = Perry 74

Ἔλαφος ἐπὶ νάματι καὶ θηρευταί.
Ἔλαφός τις διψῶσα κατῆλθεν ἐπί τινα πηγὴν τοῦ ὕδωρ πιεῖν. ἰδοῦσα δὲ ἐν τῷ ὕδατι τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα, τῇ μὲν τῶν ποδῶν λεπτότητι ἀπηρέσκετο, τῇ δὲ τῶν κεράτων μορφῇ ἐπετέρπετο. ἄφνω δέ τινες ἐφίστανται θηρευταὶ καὶ ταύτην ἐδίωκον. καὶ καθ᾿ ὅσον μὲν ἐπὶ τῆς πεδιάδος ἔτρεχε τῶν διωκόντων ὑπερεγίνετο, φθάσασα δὲ εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν, τῶν αὐτῆς κεράτων τοῖς κλάδοις συμπλακέντων, ὑπὸ τῶν διωκόντων καταλαμβάνεται καὶ στενάξασα ἔφη «οἴμοι τῇ ταλαιπώρῳ, ὅτι ἐφ᾿ οἷς ἀπηρεσκόμην ὑπ᾿ αὐτῶν μᾶλλον διεσῳζόμην, οἷς δὲ ἐνεκαυχώμην, ὑπ᾿ αὐτῶν δὴ καὶ ἀπόλλυμαι.»
Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἐν ἑαυτῷ ἐπαινεῖν, εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.

Syntipas 16 = Perry 415

Κύων καὶ χαλκεῖς.
Ἦν τις κύων χαλκέων τινῶν ἐν οἰκίᾳ διάγων. κἀκείνων μὲν ἐργαζομένων οὗτος εἰς ὕπνον ἐτρέπετο, εἰς ἑστίασιν δὲ καθεζομένων ἐγίνετο ἔξυπνος καὶ τοῖς ἑαυτοῦ κυρίοις χαριέντως προσεπέλαζεν. οἱ δὲ πρὸς αὐτὸν ἔλεγον «πῶς τῷ μὲν ψόφῳ τῶν βαρυτάτων σφυρῶν οὐδ᾿ ὅλως ἐξυπνίζῃ, τῷ δὲ βραχυτάτῳ κρότῳ τῶν μυλοδόντων ταχέως διεγείρῃ;»
Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποι ἀνήκοοι, ἐφ᾿ οἷς δῆθεν ὠφελεῖσθαι καραδοκοῦσι, ταχέως τούτοις καὶ ὑπακούουσιν, ἐν οἷς δι᾿ ἀπαρέσκονται ἀπαθεῖς πάντῃ καθίστανται.

Syntipas 17 = Perry 409

Λέων ἐγκάθειρκτος καὶ ἀλώπηξ.
Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγύς, δεινῶς αὐτὸν ὕβριζεν. ὁ δὲ λέων ἔφη πρὸς αὐτήν «οὐ σύ με καθυβρίζεις, ἀλλ᾿ ἡ προσπεσοῦσά μοι ἀτυχία.»
Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ἐνδόξων δυσπραγίαις περιπίπτοντες ὑπὸ εὐτελῶν ἐξουθενοῦνται.

Syntipas 18 = Perry 198

Ὄφις πατούμενος.
Ὄφις τις ἕρπων παρὰ πολλῶν συνεπατεῖτο, πορευόμενος δὲ εἰς τὸ τοῦ Ἀπόλλωνος εἰδωλεῖον εἰσελήλυθεν. ὁ δὲ Ἀπόλλων εὐθὺς ἔφη πρὸς αὐτόν «εἰ ὤλεσάς γε τὸν πρῶτόν σε συμπατήσαντα, οὐδεὶς ἂν τῶν ἑτέρων κατατετόλμηκέ σου.»
Οὗτος δηλοῖ ὡς οἱ προλαβόντως σφαλέντες εἴπερ εὐθὺς σωφρονίζοιντο, οἱ ἕτεροι δι᾿ ἐκείνων κατάφοβοι γίνονται.

Syntipas 19 = Perry 406

Κύνες λέοντος δορὰν σπαράττοντες.
Λέοντος δορὰν κύνες εὑρόντες διεσπάραττον ταύτην. τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη «εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.»
Οὗτος δηλοῖ πρὸς τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς ἀρχῆς καὶ δόξης ἐκπίπτωσι.

Syntipas 20 = Perry 305

Ἔλαφος νοσοῦσα.
Ἔλαφος νόσῳ περιπεσοῦσα ἐπί τινος τόπου πεδινοῦ κατακέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν.
Οὗτος δηλοῖ ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ᾿ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.

Syntipas 21 = Perry 403

Θηρευτὴς καὶ κύων.
Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδὼν διηνεκῶς αὐτῷ ψωμοὺς προσεπέρριπτε. λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων «ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή σου εὔνοια μᾶλλόν με τὰ μέγισταθροεῖ.»
Οὗτος δηλοῖ ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.

Syntipas 22 = Perry 256

Λαγωοὶ καὶ ἀλώπεκες.
Λαγωοί τινες πρὸς ἀετὸν πόλεμον συγκροτοῦντες τὰς ἀλώπεκας εἰς συμμαχίαν προσεκαλοῦντο. αἱ δὲ πρὸς αὐτοὺς εἶπον «ἑτοίμως ἂν εἴχομεν συμμαχεῖν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες τέ ἐστε καὶ τίνι διαμάχεσθε.»
Οὗτος ἐλεγχει τοὺς τοῖς ἰσχυροτέροις προσκρούοντας καὶ ἑαυτοῖς ἐξ αὐτῶν κίνδυνον ἐπάγοντας.

Syntipas 23 = Perry 211

Παῖς λουόμενος.
Παῖς τις ἐσελθὼν επί τινα ποταμὸν ἀπολούσασθαι, καὶ μὴ εἰδὼς νήχεσθαι, ἐκινδύνευεν ἀποπνιγῆναι. καί τινα παρερχόμενον ἄνδρα ἰδὼν εἰς βοήθειαν τοῦτον ἐκάλει. ὁ δε ἀνθρωπος τοῦτον διασώζων ἐκεῖθεν ἔλεγεν αὐτῷ «ἵνα τί, μὴ νήχεσθαι εἰδώς, τῆς τοσαύτης κατατετόλμηκας πλημμυπας;» ὁ δὲ παῖς αὐτῷ ἔφη «τέως νῦν βοήθει μοι, καὶ μετὰ ταῦτα ὀνείδισον.»
Οὗτος δηλοῖ ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.

Syntipas 24 = Perry 1

Ἀετὸς καὶ ἀλώπηξ.
Ἀετός τις τῇ ἀλώπεκι φιλιωθεὶς τοὺς αὐτῆς μετὰ ταῦτα καταβέβρωκε σκύμνους. ἡ δὲ πρὸς αὐτὸν μή δυναμένη τῆς θείας δίκης ἐδέετο κατ᾿ αὐτοῦ. μιᾷ γοῦν συμβέβηκε θυσίαν τινὰ ἐπὶ βωμοῦ
κατακαίεσθαι, ὁ δέ ἀετὸς καταπτὰς βρῶμα ἐκεῖθεν ζέον ἐξήρπασε καὶ τοῖς ἑαυτοῦ νεοσσοῖς διαδέδωκεν. οἱ δὲ νεοσσοὶ ἐσθίοντες ὑπὸ τῆς ζέσεως εὐθὺς διεφθάρησαν.
Οὗτος δηλοῖ ὡς οἱ τῶν ανθρώπων δυνάσται καὶ ἄδικοι, εἰ καὶ παρὰ τῶν ἀδικουμένων μηδὲν πάσχουσιν, ἀλλά γε ταῖς ἐκείνων ἀραῖς θείαν ἀγανάκτησιν ἐπισπῶνται.

Syntipas 25 = Perry 176

Ἀνὴρ ἔχιν ἀνελόμενος.
Ὥρᾳ χειμῶνος ἔχις τις πλησίον ὁδοῦ κατέκειτο καὶ τῇ τοῦ ψύχους σφοδρότητι ἐκινδύνευε διαφθαρῆναι. ἀνὴρ δέ τις παρερχόμενος καὶ ταύτην ἰδὼν κατώκτειρε, καὶ ἄρας τῆς γῆς τῷ ἰδίῳ κόλπῳ ἐναπέθετο. ἡ δὲ ἔχις διαθερμανθεῖσα εὐθὺς καιρίῳ δήγματι τὸν ἄνδρα ἀπέκτεινεν.
Οὗτος δηλοῖ ὡς ὁ φύσει κακός, κἂν ἀγαθόν τι παρὰ τινοσοῦν ἐπισπάσαιτο, τῷ εὐεργέτῃ μᾶλλον κακὰ ἀποδίδωσιν.

Syntipas 26 = Perry 265

Ἰξευτὴς καὶ πέρδιξ.
Ἀνήρ τις ἰξευτὴς κατέσχε τινὰ πέρδικα καὶ εὐθὺς αὐτὴν καταθῦσαι ἠθέλησεν. Ἡ δὲ πέρδιξ, τῆς ἰδίας ζωῆς ἀντεχομένη, πρὸς τὸν ἰξευτὴν συνέθετο ὡς: «Εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, πολλοὺς πέρδικας ἐκμειλιξαμένη προσαγάγω σοι». Ὁ δὲ ἰξευτής, τῷ ταύτης λόγῳ μᾶλλον μανείς, ταύτην αὐτίκα ἀνῄρηκεν.
Οὗτος δηλοῖ ὡς ὁ ἑτέρῳ παγίδα ἱστῶν αὐτὸς ἐν αὐτῇ ὡς σκαιὸς ἐμπεσεῖται.

Syntipas 27 = Perry 87

Ὄρνις χρυσοτόκος.
Ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ᾠόν καθ᾿ ἑκάστην αὐτῷ τίκτουσαν. ὁ δὲ μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, ἀλλ᾿ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῷ τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ᾿ ἑαυτὸν ἔλεξεν ὡς «ἐλπίδι θησαυροῦ ἐπερειδόμενος, καὶ τοῦ ἐν χερσὶ κέρδους ἐξέπεσον.»
Οὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι.

Syntipas 28 = Perry 133

Κύων κρέας φέρων.
Κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ᾤχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπίτινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾷ ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῷ οὖσαν οὗ ἔφερεν εὐμεγεθεστέραν, καὶ τοῦ στόματος ἀπορρίψας τὸ βρῶμα ἐπὶ τήν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης, στραφεὶς ὁ κύων τὸ ἀπορριφθὲν ἆραι, οὐδὲν ἐφεῦρε τὸ σύνολον· καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε, «τί ἄρα πέπονθα;» λέγων, «ὅτι ὃ εἶχον ἀφρόνως καταλιπὼν ἐφ᾿ ἕτερον ἀφανὲς ἠπειγόμην, κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.»
Οὗτος δηλοῖ περὶ τῶν ἀκορέστως ἐκόντων καὶ τῶν περιττῶν ὀρεγομένων.

Syntipas 29 = Perry 357

Ὄνος ἵππον μακαρίζων.
Ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπῳ τινί, καὶ ἕκαστος αὐτῶν ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ᾿ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων δαψιλῶς ἐτρέφετο· χαίτην τε καὶ πλοκάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῷ τῶν γόμων βάρει κατετρύχετο. μιᾷ γοῦν ὁ τοῦ ἱππου κύριος επιβὰς αὐτοῦ επί τινα πόλεμον ἀπῄει, καὶ μάχης συγκροτηθείσης ὁ ἵππος πληγεὶς ἀνῃρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας.
Οὗτος δηλοῖ ὡς ὁ πενιχρὸς βίος ἀνεπίφοβος τυγχάνων πολλῷ μᾶλλον τοῦ πλούτου, ὡς κινδυνώδους, προτιμότερος.

Syntipas 30 = Perry 411

Ὄναγρος καὶ ὄνος.
Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, καὶ τὴν δουλείαν αὐτῷ ἐπονειδίζων, ἔλεγεν «εὐτυχὴς ὄντως ἐγώ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως αὐτοσχέδιον καὶ τὴν νομὴν εν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ δι᾿ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.» συνέβη γοῦν αὐθωρὸν λέοντά τινα φανῆναι καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος αὐτῳ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχὰνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὐτὸν θέσθαι κατάβρωμα.
Οὑτος δηλοῖ ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.

Syntipas 31 = Perry 413

Συκῆ καὶ ἐλαία.
Συκῆ τις, ὥρᾳ χειμῶνος τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα, ὑπό τινος ἐλαίας πλησιαζούσης τὴν γύμνωσιν ὠνειδίζετο, λεγούσης ὡς «ἐγὼ καὶ χειμῶνος καὶ θέρους τοῖς φύλλοις μου κεκαλλώπισμαι καὶ ἀείφυλλος πέφυκα, σὺ δὲ μόνῳ τῷ θὲρει πρόσκαιρον ἔχεις τὸ κάλλος.» οὕτω δὲ αὐτῆς καυχωμένης, κεραυνὸς ἄφνω θωόθεν κατηνέχθη καὶ ταύτην κατέφλεξε· τῆς δὲ συκῆς τὸ παράπαν οὐχ ἥψατο.
Οὕτως οἱ τῷ πλούτῳ καὶ τῇ τύχῃ ἐγκαυχώμενοι ἐξαίσιον πτῶμα ὑφίστανται.

Syntipas 32 = Perry 119

Κηπουρὸς ἀρδεύων λάχανα.
Ανήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον ἔφη πρὸς αὐτόν «πῶς τὰ μὲν ἄγρια φυτά, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;» ὁ δὲ κηπουρο͂ς ἀντέφησεν ὡς «τὰ ἄγρια τῶν φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἡμέτερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται.»
Οὗτος δηλοῖ ὡς κρείττων ἡ τῶν μητέρων ανατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.

Syntipas 33 = Perry 254

Κύων καὶ μακελλεύς.
Κύων ἐν μακελλίῳ εἰσελθὼν καρδίας βρῶμα ἐκεῖθεν ἀφήρπασεν. ὁ δέ γε μακελλεὺς ἐπιστραφεὶς ἔλεγεν αὐτῷ «οὐ καρδίαν ἥρπασας, ἀλλὰ καρδίαν ἐνέθου μοι· εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς, ἐγώ σοι τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπίχειρα.»
Οὗτος δηλοῖ ὡς ἐν τῷ παθεῖν τις ἐπισπᾶται τὸ μαθεῖν καὶ προσεκτικῶς ἔχειν.

Syntipas 34 = Perry 120

Κηπουρὸς καὶ κύων.
Κύων κηπουροῦ τινος εἰς φρέαρ ἐμπέπτωκεν. ὁ δὲ κηπουρὸς κατελθὼν αὐτὸν ἐκεῖθεν ἀνελκύσαι, δεινῶς ὑπ᾿ αὐτοῦ ἐδήχθη, δόξαντος μᾶλλον τὸν ἄνδρα βούλεσθαι αὐτὸν ἐπὶ πλέον καταβυθίσαι τῷ ὕδατι. ὁ δὲ κηπουρὸς ὑπὸ τοῦ κυνὸς δηχθεὶς «δικαίως,» ἔφη, «πέπονθα, ὅτι σὲ τοῦ φρέατος ἐκβαλεῖν ἐσπουδακὼς χαλεπῶς μᾶλλον ὑπὸ σοῦ τετραυμάτισμαι.»
Οὗτος δηλοῖ κατὰ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἐλέγχους.

Syntipas 35 = Perry 130

Γαστὴρ καὶ πόδες.
Ανδρός τινος ἡ γαστὴρ τοῖς ἑαυτοῦ ποσὶ περὶ ἰσχύος διεφέρετο. οἱ μέντοι πόδες ἔλεγον τῇ γαστρὶ ὡς «ἡμεῖς σοῦ ἐσμεν ἰσχυρότεροι, ἅτε δὴ καὶ διαβαστῶντές σε.» ἡ δὲ γαστὴρ τοῖς ποσὶν ἀντέφησεν ὡς «εἰ μὴ ἐγὼ τὰς βρώσεις ἐδεχόμην, ὑμεῖς ἀδυνάτως ὅλως στῆναι εἴχετε ἄν.»
Οὗτος δηλοῖ ὡς καὶ ἅπαν στράτευμα πρὸς τὴν μάχην ἀδόκιμον γίνεται, εἰ μὴ πρότερον ὑπὸ τοῦ στρατηλάτου γυμνάζοιτο καὶ παραθαρρύνοιτο.

Syntipas 36 = Perry 171

Νυκτερίς, κέπφος καὶ βάτος.
Νυκτερίς, κέπφος καὶ βάτος πρὸς ἀλλήλους κοινωνίαν ἔθεντο, τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. καὶ ἡ μὲν χρυσόν, ὁ δὲ χαλκόν, ἡ δὲ ὑφάσματα δανειακῶς ἐξελάβοντο καὶ ἑν πλοίῳ ἀποθέμενοι τοῦ πλοὸς εὐθὺς εἴχοντο. ἄφνω δὲ ζάλη καὶ καταιγὶς διαπνεύσασα εἰς κλύδωνα μέγιστον τὸ πέλαγος ἦρε, καὶ τὸ σκάφος διασπαράξαν τὰ ἐν αὐτῷ πάντα τῷ βυθῷ παραδίδωσιν. ἐξ ἐκείνου δὲ ἡ μὲν νυκτερίς, τοὺς δανειστὰς πτοουμένη καὶ δεδιῶσα καὶ ἑαυτὴν ὑποστέλλουσα, μόνῃ τῇ νυκτὶ εξέρχεται· ὁ δὲ κέπφος επὶ τῆς θαλάσσης τὰς διατριβὰς ἔχει, ἀναζητῶν τὸν χαλκόν· ἡ δὲ βάτος τοῖς ἱματισμοῖς τῶν παραπορευομένων συμπλέκεται, τὰ ὑφάσματα εὑρεῖν δι᾿ ὅλου σπουδάζουσα.
Οὗτος ὁ μῦθος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστον χρή, μετὰ τὴν ἔκβασιν τῶν ἐπικινδύνων πράξεων, προσεκτικῶς ἔχειν, ὥστε μὴ αὖθις τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς περιπετεῖς γίνεσθαι.

Syntipas 37 = Perry 142

Λέων γηράσας καὶ αλώπηξ.
Λέων γηράσας τις καὶ ἀτονήσας, καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν, ἐπειρᾶτο μηχανικῶς διαζῆν. νοσεῖν οὖν προσποιούμενος κατέκλινεν ἑαυτὸν ἔν τινι σπηλαίῳ· εἶτα τῶν ἄλλων θηρίων εἰς ἐπίσκεψιν αὐτοῦ παραγινομένων, εὐθὺς ἕκαστον αὐτῶν ἁρπάζων κατήσθιε. γνοῦσα δὲ ἡ ἀλώπηξ τὴν αὐτοῦ πανουργίαν οὐκ ἤθελε πρὸς αὐτὸν ἀνελθεῖν, ἀλλὰ μακρόθεν ἑστῶσα ἐπηρώτα τὸν λέοντα ὅπως δῆθεν τὰ κατ᾿ αὐτὸν ἔχει. ὁ δὲ πρὸς αὐτὴν ἔλεγε «τίνος χάριν οὐκ εἰσέρχῃ πρός με;» ἡ δὲ ἀλώπηξ ἀντέφησεν ὡς «πολλῶν ἴχνη ἐνταῦθα ἑώρακα εἰσελθόντων μέν, μὴ ἐξελθόντων δέ.»
Οὗτος δηλοῖ ὡς καὶ τοὺς ἀνθρώπους ἀφορᾶσθαι δεῖ τὰ τῶν πρακτέων ἐπικίνδυνα καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν, ἀσφαλίζεσθαι δὲ καὶ απὸ τῶν δόλῳ καὶ ὑποκρίσει φιλίας πειρωμένων ἑταίρους λυμαίνεσθαι.

Syntipas 38 = Perry 407

Κύων λύκον διώκων.
Κύων καταδιώκων λύκον ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον δι᾿ οἰκείαν δῆθεν ἀσθένειαν. στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα «οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.»
Οὑτος δηλοῖ ὡς οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.

Syntipas 39 = Perry 199

Νεανίσκος ἀκρίδας θηρεύων καὶ σκορπίος.
Νεανίσκος τις ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις ἀκρίδας ἠπείγετο κατασχεῖν, καὶ ἰδὼν μέσον αὐτῶν σκορπίον ἐδόκει κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν. καὶ δὴ τὴν χεῖρα ἐκτείνας ἐξᾶραι αὐτὸν τῆς γῆς ἔμελλεν. ὁ δὲ σκορπίος τὸ αὐτοῦ κέντρον πρὸς τὸ νύξαι τὸν νέον
ἰθύνας, ἐφη πρὸς αὐτὸν ὡς «εἰ ὅλως τετόλμηκάς μου καθάψασθαι, παρεσκεύασα ἄν σε ἀπολῦσαι καὶ ἃς κατέσχες ἀκρίδας.»
Οὗτος δηλοῖ ὡς οὐ χρὴ καὶ τοῖς σκαιοῖς ἀνδράσι καὶ τοῖς ἀγαθοῖς ἐπίσης ἐντυγχάνειν, ἀλλ᾿ ἑκάστῳ πρὸς τὴν ἰδίαν γνώμην δεόντως προσομιλεῖν.

Syntipas 40 = Perry 217

Ταῦρος καὶ ἄγριαι.
Ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίῳ τὴν καταφυγὴν ἔθετο. ἐν αὐτῷ δὲ ἔτυχεν ἀγρίας αῖγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ πρὸς αὐτὰς ἔλεγεν ὡς «οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.»
Οὗτος δηλοῖ ὡς τοῖς ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαίνουσιν.

Syntipas 41 = Perry 393

Αἰθίοψ.
Ἀνήρ τις, ἑωρακὼς Αἰθίοπά τινα Ἰνδὸν λουόμενον ἔν τινι ποταμῷ, ἔφη πρὸς αὐτόν «μὴ συνταράσσῃς καὶ θολοποιῇς τὸ ὕδωρ οὐδέποτε γαρ λευκὸς γενήσῃ τῷ σώματι.»
Οὗτος δηλοῖ ὡς οὐδὲν τῶν φυσικῶν πραγμάτων τοῖς φυσικοῖς μεταβάλλεται.

Syntipas 42 = Perry 58

Γυνὴ καὶ ὄρνις.
Γυνή τις χήρα ὄρνιν ἐκέκτητο ἓν ᾠὸν αὐτῇ καθ᾿ ἑκάστην ἡμέραν τίκτουσαν, ἣν καὶ δαψιλῶς διέτρεφεν ἡ γυνή, δοκοῦσα ὡς τοῖς πλείοσι σιτίοις δύο ἔσται γεννῶσα ᾠά. ἡ δὲ ὅρνις ὑπὸ τῆς πλησμονῆς ἐμβριθὴς γενομένη οὐδὲ τὸ ἓν ᾠὸν γεννᾶν, ὡς τὸ πρότερον, ἠδύνατο.
Οὗτος δηλοῖ ὡς οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ἐν χερσὶν ὀλίγων στερίσκονται.

Syntipas 43 = Perry 373

Μύρμηξ καὶ τέττιξ.
Μύρμηξ τις ὥρᾳ χειμῶνος ὃν θέρους συνήγαγε σῖτον καθ᾿ ἑαυτὸν ἤσθιεν. ὁ δὲ τέττιξ προσελθὼν αὐτῷ ᾐτεῖτο μεταδοθῆναι αὐτῷ ἐκ τῶν αὐτοῦ σιτίων. ὁ δὲ μύρμηξ ἔφη πρὸς αὐτόν «καὶ τί ἄρα πράττων διετέλεις ἐφ᾿ ὅλῳ τῷ τοῦ θέρους καιρῷ, ὁτι μὴ συνέλεξας σῖτον ἑαυτῷ εἰς διατροφήν;» ὁ δὲ τέττιξ ἀντέφησεν αὐτῷ ὡς «τῷ μελῳδεῖν ἀπασχολούμενος τῆς συλλογῆς ἐκωλυόμην.» τῇ γοῦν τοιαύτῃ τοῦ τέττιγος ἀποκρίσει ὁ μύρμηξ ἐπιγελάσας, τὸν ἑαυτοῦ σῖτον τοῖς ἐνδοτέροις τῆς γῆς μυχοῖς ἐναπέκρυψε καὶ πρὸς αὐτὸν ἀπεφθέγξατο ὡς «ἐπεὶ τότε ματαίως ἐμελῴδεις, νυνὶ λοιπὸν ὁρχήσασθαι θέλησον.»
Οὗτος παρίστησι τοὺς ὀκνηρούς τε καὶ ἀμελεῖς, καὶ τοὺς ἐν ματαιοπραγίαις διάγοντας κἀντεῦθεν ὑστερουμένους.

Syntipas 44 = Perry 157

Λύκος καὶ αἴξ.
Αἰγός τινος ἐπὶ πέτρας ὑψηλῆς νεμομένης, λύκος ἐπιστὰς κάτωθεν ἐπειρᾶτο αὐτὴν κατασχεῖν καὶ βεβρωκέναι· μὴ δυνάμενος δὲ ὅλως ἐπαναβῆναι τῇ πέτρᾳ, ἑστὼς κάτωθεν πλρὸς τὴν αἶγα ἔφησεν «ὦ ταλαίπωρε, ἵνα τί καταλιποῦσα τοὺς πεδινοὺς τόπους καὶ τοὺς λειμῶνας ἐπὶ τῆς πέτρας ταύτης τὴν νομὴν πεποίησαι; ἢ πάντως ἵν᾿ ἐντεῦθεν κινδυνεύσῃς διαφθαρῆναι;» ἡ δὲ πρὸς τὸν λύκον ἀπεκρίνατο «οἶδα ὡς πολλάκις ἐμοῦ ἕνεκεν ἀργὸς διετέλεσας, καὶ δοκεῖς κατενεγκεῖν με τῆς πέτρας καὶ σεαυτῷ θέσθαι κατάβρωμα.»
Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ανθρώπων βουλὴν ἑτέροις παρέχουσι τὴν ἐκείνοις μὲν ολεθρίαν, ἑαυτοῖς δὲ ἐπικερδῆ καὶ ὠφέλιμον.

Syntipas 45 = Perry 401

Πῶλος.
Ανήρ τις ἐπωχεῖτο ἵππῳ τινὶ θηλείᾳ ἐγκύῳ οὔσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ ἡ ἵππος πῶλον ἀπέτεκεν. ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος καὶ ταχέως ἰλιγγιάσας πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν «ἰδού, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε δέ, ὡς εἰ ἐνταῦθά με καταλίπῃς, αὐθωρὸν διαφθείρομαι, εἰ δ᾿ ἐντεῦθεν ἄρῃς με καὶ ἀπαγάγῃς ἐν οἴκῳ καὶ ἀνατραφῆναι ποιήσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.»
Οὗτος δηλοῖ ὡς ἐκείνους εὐεργετεῖν χρή, ὑπὲρ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιΐας ἐλπίζεται.

Syntipas 46 = Perry 203

Πίθηξ καὶ ἁλιεύς.
Ἀνήρ τις ἁλιεὺς παρὰ την θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἀποβάντος ἔν τινι σπηλαίῳ ἐπὶ τῷ διαναπαύσασθαι, τὸ δὲ δίκτύον παρὰ τὴν ἠϊόνα καταλιπόντος, ἐλθὼν ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι᾿ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῇ τέχνῃ καὶ ἀσυντάκτως χρώμενος, καὶ τῷ δικτύῳ περισχεθείς, ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνιγέντα ἔφη «ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη σου καὶ ἡ ματαία ἐπίνοια.»
Οὗτος δηλοῖ ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενος, ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κίνδυνον.

Syntipas 47 = Perry 137

Κώνωψ καὶ ταῦρος.
Κώνωψ τις ἐλθὼν ἐπὶ κέρατος ἔστη ταύρου τινός, πειρώμενος δῆθεν αὐτῷ ἄχθος ἐμποιῆσαί τι. τοῦ δὲ ταύρου παρ᾿ οὐδὲν αὐτὸν λογιζομενου, βουλόμενος ὁ κώνωψ ἐξ αὐτοῦ ἀποπτῆναι, καὶ βιάζων αὐτόν, ἔφη ὡς «εἴπερ ἐπαχθής σοι πέφυκα, ετασθήσομαι ἀπὸ σοῦ.» καὶ ὁ ταῦρος ἔφη τῷ κώνωπι «οὔτε ἐλθόντος σοῦ ᾐσθόμην, οὔτε ὑποχωροῦντά σε γνώσομαι.»
Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, εὐτελεῖς ἁμα καὶ ἄφρονες προδήλως τυγχάνοντες, δοκοῦσι καθ᾿ ἑαυτοὺς τῶν ἐν τιμῇ τε καὶ συνέσει διαπρεπόντων ὑπερέχειν.

Syntipas 48 = Perry 405

Κύκλωψ.
Ἀνήρ τις τῶν εὐλαβῶν τυγκάνων, τάχα καὶ τοῖς πρακτέοις σεμνός, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ. καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν ἐβλασφήμει τὸ θεῖον καὶ ἑαυτὸν ἀνελεῖν ἠναγκάζετο. λαβὼν γοῦν σπάθην ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον ἑλόμενος ἤπερ ζῆν κακῶς. καὶ πορευόμενος λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκώς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν ἀπετέθειτο, ᾧ Κύκλωψ ἦν τὸ ὄνομα. ἰδὼν δὲ ὁ δῆθεν εὐλαβὴς ἀνὴρ τὸ χρυσίον φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ επανέρχεται. εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς, ἀντ᾿ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακώς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο.
Ὁ λόγος οὗτος δηλοῖ ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει, τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.

Syntipas 49 = Perry 402

Θηρευτὴς καὶ ἱππεύς.
Ἀνήρ τις θηρευτής, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας ἔχετο. καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρί, ἐζητεῖτο παρ᾿ αὐτοῦ τὸν λαγωὸν ἐν προσχήματι ἀπεμπολήσεως. λαβὼν οὖν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ὤχετο. ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων φθάσαι αὐτὸν δῆθεν ἐδόκει· τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν «ἄπελθε λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.»
Οὗτος δηλοῖ ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δωρεῖσθαι.

Syntipas 50 = Perry 136

Κύων καὶ λαγωός.
Κύων λαγωοῦ κατατρέχων καὶ τοῦτον καταλαβών, ποτὲ μὲν αὐτὸν ἔδακνε, ποτὲ δὲ τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα ἀνέλειχεν. ὁ δὲ λαγωὸς ἐδόκει τὸν κύνα μᾶλλον καταφιλεῖν αὐτόν, καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν «ἢ ὡς προσφιλὴς περιπτύσσου με, ἢ ὡς ἐχθρὸς καὶ πολέμιος κατάδακνε.»
Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, ἔξωθεν μὲν φιλίαν ὑποκρίνονται, ἔσωθεν δὲ κακίας καὶ ἀπηνείας πεπλήρωνται.

Syntipas 51 = Perry 165

Μύες καὶ γαλαῖ.
Γαλαῖς ποτε καὶ μυσὶ μάχη συνεκροτεῖτο. ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες, καὶ γνόντες ἐξ ἀτονίας πάντως καὶ δειλίας ἡττᾶσθαι, σατράπας ἑαυτοῖς καὶ τῆς μάχης ἀρχηγοὺς κεχειροτονήκασιν. οἱ δὲ σάτραπαι ἐμφανέστεροι θελήσαντες καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν καθίστασθαι, κέρατα ταῖς ἑαυτῶν κορυφαῖς περιέθεντο. εἶτα πάλιν αἱ γαλαῖ τοῖς μυσὶ προσβαλοῦσαι εἰς φυγὴν πάντας τρέπουσι· καὶ οἱ μὲν ἄλλοι μύες φυγάδες γενόμενοι πρὸς τὰς ἑαυτῶν καταδύσεις εὐθὺς ῥᾳδίως εἰσέδυσαν, οἱ δὲ τούτων προέξαρκοι, μέχρι τῶν οπῶν καὶ οὓτοι ἐν τῷ φεύγειν φθάσαντες, τῆς ἐν αὐταῖς εἰσελεύσεως ὑπὸ τῶν κεράτων ἐκωλύοντο. καὶ τούτους αἱ γαλαῖ καταλαβοῦσαι ὀλέθρῳ παραδεδώκασιν.
Οὗτος δηλοῖ ὡς οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες, καὶ μὴ τὴν θείαν συμμαχίαν ἐπικαλεσάμενοι, ὑπ᾿ αὐτῶν δὴ καὶ τῶν κινδύνων ἐπισπῶνται.

Syntipas 52 = Perry 347

Λύκος καὶ λέων.
Λύκος ἁρπάσας χοῖρον καὶ ἀπάγων αὐτὸν συνήντησε λέοντι. ὁ δὲ εὐθὺς τὸν χοῖρον ἀφήρπασεν. ἀφαιρεθεὶς δὲ αὐτὸν ὁ λύκος ἐν ἑαυτῷ ἔλεγε «πάντως καὶ αὐτὸς ἐθαύμαζον, πῶς ἂν καὶ διέμεινε παρ᾿ ἐμοὶ τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.»
Οὗτος δηλοῖ ὡς καὶ τὰ ἀλλότρια πράγματα, πλεονεκτικῶς τισι καὶ βιαίως ἐπικτώμενα, τοῖς ταῦτα ἁρπάζουσιν οὐκ εἰς τέλος παραμένουσιν.

Syntipas 53 = Perry 219

Ταὼς καὶ κόραξ.
Ποτὲ τῶν πτηνῶν εἰς κοινὴν βουλὴν ἐπὶ τὸ αὐτὸ συνελθόντων, ἕκαστον αὐτῶν, τίνι τῶν ἄλλων ἐφαρμόζει τὸ βασιλεύειν, πρὸς ἀλλήλους ἐβουλεύοντο. ὁ δὲ ταὼς ἔφη τοῖς λοιποῖς ὡς «ἔμοιγε μᾶλλον προσήκει ἡ βασιλεία, ἅτε κάλλει καὶ ὡραιότητι σεμνυνομένῳ.» τῶν δὲ ἑτέρων πτηνῶν ἐπαρεσθέντων τῷ ταῶνι, παρελθὼν εἰς μέσον ὁ κόραξ ἀντέφησεν· «ἐὰν σὺ τὴν βασιλείαν παραλάβῃς, ἆρά γε, τοῦ ἀετοῦ ἡμῖν επερχομένου, δύνασαι ἡμᾶς τῆς ἐκείνου ἐξελέσθαι προσβολῆς;»
Οὗτος δηλοῖ ὡς τὸ βασιλεύ ειν οὐ τοῖς κάλλει φαιδρυνομένοις ἁρμόττει, ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι διαπρέπουσιν.

Syntipas 54 = Perry 410

Νεανίσκος καὶ γραῦς.
Νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέρᾳ καύσωνος ἐντυγχάνει γυναικί τινι γραῒδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῷ νεανίσκῳ συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ δεινῶς ἰλιγγιῶσαν, κατώκτειρε τῆς ἀσθενείας, καὶ μηκέτι ἐξισχύουσαν ὅλως πορεύεσθαι, ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διεβάσταζε. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχροῖς δεινῶς ἐταράτετο, ὑφ᾿ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἦρτο ἰθύφαλλος· εὐθὺς δὲ τῇ γῇ καταθεὶς τὴν γραΐδα, ταύτῃ ἀκολάστως συνεγένετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε «τί ἐστιν ὃ ἐπ᾿ ἐμοὶ εργάζῃ;» ὁ δὲ αὐτῇ ἔφη ὡς «βαρεῖα πέφυκας, καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι.» καὶ ταῦτα εἰπών, καὶ εἰς τέλος αὐτῇ συμφθαρείς, πάλιν τῆς γῆς ταύτην ἐξάρας ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ, ἔφη πρὸς αὐτὸν ἡ γραῦς «εἰ ἔτι βαρεῖά σοι καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγαγὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.»
Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων τινές, τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν, προφασίζονται ὡς ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ᾿ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.

Syntipas 55 = Perry 46

Ἥλιος καὶ Βορρᾶς.
Ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε ἤριζον πρὸς ἀλλήλους, ποῖος ἐξ ἀμφοῖν τὸν ἄνθρωπον ἀπογυμνοῖν δύναται. ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς σφοδρῶς πνέειν κατὰ τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος, καθόσον ἐψύχετο, τοῖς ἱματίοις ἑαυτὸν περιέσκεπε καὶ κραταίως αὐτῶν περιείχετο, μή πως τῇ σφοδροτάτῃ τοῦ ἀνέμου προσβολῇ ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν· ὅθεν καὶ κατ᾿ οὐδὲν ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν, οὔτε τῶν περικειμένων αὐτῷ ἀμφίων ἀπογυμνῶσαι αὐτὸν ἠδυνήθη. εἶτα καὶ ὁ Ἥλιος αὐτῷ ἐπιλάμψας, καὶ τὸν ἀέρα τῆς ἡμέρας σφόδρα καταθερμάνας, εὐθὺς τὸν ἄνδρα τὰ ἱμάτια ἀποδύσασθαι παρεσκεύασε καὶ επ᾿ ὤμων ταῦτα ἐπιφέρεσθαι.
Οὗτος δηλοῖ ὡς τὸ ταπεινοφρονεῖν τοῦ ματαίως κομπάζειν ἐνεργέστερον ἐπὶ πᾶσι καὶ πρακτικώτερον πέφυκεν.

Syntipas 56 = Perry 64

Κυνόδηκτος.
Ἀνήρ τις ὑπὸ κυνὸς καιρίως δηχθεὶς ἐζήτει τὸν τὴν πληγὴν αὐτοῦ θεραπεύσοντα. ἕτερος δέ τις αὐτῷ συναντήσας ἔφη πρὸς αὐτόν «τοῦτο προσήκει ποιῆσαί σε· ἀπὸ τοῦ τῆς πληγῆς αἵματος ἐπισταλάξαι τῷ ψωμῷ καὶ τῷ δακόντι κυνὶ τὸν ψωμὸν ἐπιρρίψαι φαγεῖν, καὶ οὕτος ἡ πληγή σου θεραπευθήσεται.» ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῷ «εἰ τοῦτο ποιήσω, ὑπὸ πάντων τῶν ἐν τῇ πόλει ταύτῃ κυνῶν ἔσομαι δακνόμενος.»
Οὗτος ὁ λόγος δηλοῖ ὡς εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμήσειέ τις καὶ δεξιώσαιτο, ἀλλ᾿ οὐκ ἐκεῖνος αὐτὸν τὸν τιμήσαντα, ἀλλὰ τοὺς ὁμοίους αὐτῳ κακοὺς μᾶλλον ἀγαπᾷ.

Syntipas 57 = Perry 192

Ὄρνις καὶ χελιδών.
Ὄρνις τις εὑροῦσα ᾠὰ ὄφεως ἐσχόλαζε τῇ τούτων διατριβῆ, καὶ ταῦτα ἐπῳάζουσα ἐπεκάθητο. χελιδὼν δὲ τις αὐτὴν θεασαμένη, «ὦ μωρὰ καὶ ἀναίσθητε,» ἔφη, «τίνος χάριν ὄφεως περιέπεις γεννήματα; εἰ γὰρ αὐξηθῶσι, σοὶ πρότερον ἐμποιήσουσι τὸν ὄλεθρον, καὶ μετέπειτα ἑτέροις.»
Οὗτος δηλοῖ ὡς οὐ χρή τινα ἐπὶ διαθέσει ἀνοσίου ἀνδρὸς πεποιθέναι πώποτε, κἂν πολλὴν αὐτῷ τὴν εὔνοιαν ἐπιδείξηται.

Syntipas 58 = Perry 86

Στρουθὸς ἐπὶ μυρσίνης.
Στρουθός τις ἐπὶ μυρσίνης διέτριβε, καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης οὐδ᾿ ὅλως αὐτοῦ ἀφίστατο. ἰξευτὴς δέ τις τοῦτον παρατηρησάμενος κατέσχε τε καὶ κατέθυσεν. ὁ δὲ στρουθὸς μέλλων
ἀποσφαγῆναι πρὸς ἑαυτὸν ἔλεγεν· «οἴμοι τῷ ταλαιπώρῳ, ὅτι διὰ τροφῆς ἀφορμὴν καὶ μικρὰν ἡδονὴν τοῦ ζῆν ἀπορρήγνυμαι.»
Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, δι᾿ ἔφεσιν τρυφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν πολλάκις, ὡς μοκθηροὶ, κινδυνεύουσι.

Syntipas 59 = Perry 117

Κάμηλος κεράτων ἐφιεμένη.
Κάμηλος κεράτων ἐφιεμένη ἐδέετο τοῦ Διὸς ἑαυτῇ ταῦτα προσγενέσθαι· ὁ δὲ Ζεύς, ὀργισθεὶς μᾶλλον ἐπὶ τῇ αὐτῆς ἀπληστίᾳ, καὶ τὰ ταύτης ὦτα ἠλάττωσεν.
Οὗτος δηλοῖ ὡς οἱ τοῦ πλείονος ὀρεγόμενοι καὶ ὧν ἔχουσιν ἀποστεροῦνται.

Syntipas 60 = Perry 228

Κύκνοι καὶ χῆνες.
Κύκνοι καὶ χῆνες ἀλλήλοις φιλιωθέντες ἐπὶ τῆς πεδιάδος ἐξῆλθον, καὶ νεμομένων αὐτῶν ὁμοθ̣υμαδὸν θηρευταὶ αὐτοῖς ἐπῄεσαν. καὶ οἱ μὲν κύκνοι, διὰ τὴν τοῦ σώματος ὠκύτητα, εὐθὺς πετασθέντες ἔφυγον· αἱ δὲ χῆνες, τῇ ἑαυτῶν φυσικῇ βραδύτητι ἐπεχόμεναι, ὑπὸ τῶν θηρευτῶν κατεσχέθησαν.
Οὗτος ὁ λόγος παριστᾷ τοὺς μὴ ὁλοτρόπως τοῖς ἑαυτῶν φίλοις προσανέχοντας, ἀλλ᾿ ἐν καιρῷ περιστάσεως τούτων ἀφισταμένους.

Syntipas 61 = Perry 135

Λύκοι ποταμὸν ἐκπίνοντες.
Λύκοι τινὲς ἔν τινι ποταμῷ δὲρματα βοῶν ἑωρακότες, καὶ ταῦτα σπουδάζοντες ἐκεῖθεν ἀνελκύσαι, τῆς τοῦ ποταμοῦ πλημμύρας βαθείας οὔσης κατατολμῆσαι οὐκ ἠδύναντο· ὅθεν ἐβουλεύσαντο καθ᾿
ἑαυτοὺς πρότερον τὰ ὕδατα καταπιεῖν, καὶ εἶθ᾿ οὕτω τὰ δέρματα φθάσαι ἀναλαβεῖν. ἀνὴρ δέ τις ὑπολαβὼν ἔφη πρὸς αὐτούς «εἰ ὅλως πειραθῆτε τὰ τοσαῦτα καταπιεῖν ὕδατα, εὐθὺς διασπασθέντες καὶ τῆς ζωῆς στερηθήσεσθε.»
Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπιχειροῦντας.

Syntipas 62 = Perry 387

Τέττιξ καὶ ἀνήρ.
Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, εφη πρὸς αὐτόν· «ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρ᾿ ὧν σοι καὶ ὀφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχοις, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.»
Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

loading...

Popular Posts Of The Week

Top best cpc cpm ppc ad network for publisher

Αναγνώστες

Translate

loading...
...
loading...
---------------------------------------------------------------------------